Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

45.

Πολύβῳ τροφεῖ
: οἷον τῷ θρέψαντι. γνοὺς ὅτι οὐκ ἂν εἴη αὐτοῦ πατὴρ τροφεῖα καταβάλλει. A.C.M.

ὡς δ’ ἐπεζάρει
: ἐζήτησε
τοὺς ἐν τῇ πόλει ἀφαρπάσαι. A.C.M.T. ζάρος ὄρνεόν ἐστιν ἁρπακτικόν. τὴν δὲ Σφίγγα οἱ μὲν λέγουσιν ἔχειν πρόσωπον παρθένου, στῆθος δὲ καὶ πόδας λέοντος, πτερὰ δὲ ὄρνιθος· Σωκράτης δὲ ἐγχωρίαν αὐτὴν χρησμολόγον φησὶ δύσγνωστα μαντευομένην, ἅπερ ἀγνοοῦντες οἱ Θηβαῖοι καὶ ἐναντίως αὐτοῖς χρώμενοι ἀπώλοντο. Ἀσκληπιάδης δὲ λέγει τοὺς Θηβαίους εἰς ἐκκλησίαν καθ’ ἑκάστην ἀθροίζεσθαι διὰ τὸ δυσαίνιγμα τῆς Σφιγγός. λόγιον γὰρ ἦν αὐτοῖς μὴ ἀπαλλαγήσεσθαι τῶν κακῶν, πρὶν ἂν τοὺς τῆς Σφιγγὸς λύσειαν χρησμοὺς, ὁπότε δὲ μὴ συνίοιεν, ἁρπάζειν αὐτὴν ὅντινα ἂν βούλοιτο τῶν πολιτῶν. A.B. C.M.T.I.

ὡς δ’ ἐπεζάρει
: ἐπέκειτο κακοποιοῦσα. ἁρπασθῆναι δέ φασιν ὑπ’ αὐτῆς Αἵμονα τὸν Κρέοντος παῖδα. τινὲς
δέ φασιν ὅτι μία τῶν σὺν ταῖς Κάδμου θυγατράσι μανεισῶν μετεβλήθη εἰς τὸ ζῶον τὴν Σφίγγα. A.B.C.M.T.I.

ἐπεζάρει
: ἐπεβάρει, ἐπεκράτει. M. ἥρπαζε, κατεβάρυνε, ἔθλιβε. B. ἐπέκειτο δίκην ζάρου, ὅ ἐστιν ὄρνεον ἁρπακτικόν· ἢ ἐπεβάρει, κατὰ τροπὴν τοῦ β εἰς ζ. Gu. τὸ ἐπεξάρει γράφεται καὶ ἐπεζάρει. παρήχθη δὲ ἡ λέξις ἀπὸ τοῦ ζάρου. ἔστι δὲ ὁ ζάρος εἶδος ὀρνέου λίαν ἁρπακτικώτατον. Fl. 21. ἐπέκειτο βλάπτουσα. Gr. Fl. 5. 6. 9. 21. 56. 59. 76. ἐπεκάθητο, ἠφάνιζε. Gu.