Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

43.

ὅθεν—τί τἀκτός
: ὑποστικτέον εἰς τὸ ὅθεν· ἔμελλε δὲ ἴσως τὴν λοιδορίαν καὶ τὴν μάχην ἀμφοτέρων λέγειν. Ἄλλως. τί οὖν, φησὶ, ταῦτα τὰ περιττὰ καὶ τὰ ἐκτὸς τῶν παθῶν λέγω; A.B.C. M.T.I. Ἄλλως. ποία μοι χρεία λέγειν τὰ ἔξω τῶν κακῶν, τὰς παρακολουθησάσας ὕβρεις; τοὺς διαπληκτισμοὺς οὐ λέγω, ἀλλ’ αὐτὸ τὸ κακὸν ἐν συντόμῳ ὅτι παῖς πατέρα καίνει-. A. B.C.T.I.

τί τἀκτός
: κατὰ τί δεῖ λέγειν με τὰ ἐκτὸς τῶν κακῶν, ἀντὶ τοῦ κακοῦ, ἤγουν τοῦ φόνου, καὶ μὴ λέγειν αὐτὸ τὸ πρᾶγμα δηλονότι. Gr. Mosq.

44.

καίνει
: φονεύει. M.

λαβὼν ὀχήματα
: ζητοῦσι πῶς ἐπὶ τὸ μαντεῖον οὐκέτι ἀπῆλθεν ὁ Οἰδίπους. φασὶν ὅτι οὐκ ᾤετο τὸν θεὸν
εὐθέως χρήσειν αὐτῷ μυσαρῷ γενομένῳ, πρὶν καθαρθῆναι, καὶ ἅμα ἵνα μὴ γνῷ ὅτι πατέρα ἔκτεινεν· εἵμαρτο γὰρ αὐτῷ καὶ τὴν μητέρα γῆμαι. ὅτι δὲ Πολύβῳ ἔδωκε τοὺς ἵππους καὶ Ἀντίμαχός φησιν ἐν Λύδῃ,
Εἶπε δὲ φωνήσας, Πόλυβε, θρεπτήρια ταῦτα ἵππους τοι δώσω δυσμενέων ἐλάσας.
ζητοῦσι δὲ πάλιν πῶς οὐδεμίαν Θηβαῖοι ζήτησιν πεποίηνται τεθνεῶτος αὐτοῖς τοῦ βασιλέως. λεκτέον ὅτι εὐθὺς μὲν αὐτὸν οὐκ ἐπεζήτησαν, ἐν Δελφοῖς εἶναι νομίζοντες, μετὰ δὲ ταῦτα τῶν ἵππων ἀφάντων γενομένων, ληστῶν ἐδόκει τούργον γεγονέναι. Ἄλλως. δεῖ νοεῖν ὅτι ὁ Οἰδίπους φονεύσας τὸν Λάϊον ὡς ἐναγὴς παραχρῆμα οὐκ εἰσῆλθεν εἰς τὸ ἱερόν· οὐ γὰρ ᾤετο χρήσειν αὐτῷ τὸν θεόν. ὑποστρέψας δὲ εἰς Κόρινθον μετὰ τῶν ἵππων Λαΐου, καὶ καθαρθεὶς τοῦ φόνου πάλιν ἐπὶ τῷ γνῶναι τοὺς γονεῖς ἐπανῆλθε πρὸς τὸν θεόν. λαβὼν δὲ χρησμὸν ὅτι ἐπὶ φθορᾷ τοῦ πατρὸς ἐτέχθη καὶ συνουσίᾳ τῆς μητρὸς, διέγνω φυγεῖν τὴν Κόρινθον τὴν νομιζομένην πατρίδα. γνοὺς δὲ τοῦ Κρέοντος τὸ κήρυγμα ἐπὶ τὸν ἀγῶνα καθίησιν ἑαυτὸν τῆς Σφιγγὸς, κινδύνῳ τὴν εὐτυχίαν θηρώμενος. A.B.C. M.T.I. ὀχήματα ἀντὶ τοῦ ὄχημα. ἓν γὰρ ἦν ὄχημα, ὡς παρὰ Σοφοκλεῖ ἀπήνη δ’ ἦγε Λάϊον μία. Gr. Bar.