Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
233. σκοπιὰς δὲ θεῶν φησὶ τὸ κατοπτευτήριον, τόπον οὕτω καλούμενον ἐν Παρνασσῷ, ὅθεν κατοπτεύσας Ἀπόλλων τὸν Δέλφιν κατετόξευσεν. A.B. H.M.T.I.
σκοπιὰς θεῶν πάλιν λέγει ὃ δικόρυφον ἄνω εἶπε σέλας πυρός. σκοπιὰ δέ ἐστιν ὁ ὑψηλὸς τόπος, ἐφ’ οὗ ἀναβάς τις τὰ πόρρω διεστῶτα σκοπήσει καὶ κατοπτεύσει. Gu.
234.-238 εἴθε καταλιποῦσα τὴν Δίρκην, τουτέστι τὰς Θήβας, γενοίμην τῆς ἀθανάτου θεοῦ, ἤγουν τῆς Ἀρτέμιδος, χορὸς ἑλισσόμενος, ἤγουν στρεφόμενος, ἄφοβος κατὰ τοὺς ναοὺς τοῦ Ἀπόλλωνος τοὺς κατὰ τὸ μέσον τῆς γῆς. Gr.
234.
ἱερὸν ἑλίσσων: τινὲς στίζουσιν εἰς τὸ ἱερόν· τὸ γὰρ ἑλίσσων ἀντὶ τοῦ περιχορεύων. (περισσὸς ὁ τε), ἵν’ ᾖ, καὶ σὺ, ὦ Ἂπολλον, περιέπων τὸν Παρνασσόν. οἱ δὲ στίζουσιν εἰς τὸ ὄρος ἱερὸν ἑλίσσων, ἵν’ ᾖ, γενοίμην χορὸς τῆς θεοῦ ἑλίσσων ἐν ταῖς χορείαις τοῦτο τὸ ὄρος. A. B.Η.M.I.