Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

οἴνα
: οἰνάνθης, ἤγουν τοῦ λεπτοτάτου οἴνου διδοῦσα. Gr. οἰνάνθη ἡ πρώτη ἔκφυσις τῶν βοτρύων λέγεται. οἰνάνθας οὖν βότρυν νοητέον ἐνταῦθα τὸν ἐξ οἰνάνθης καὶ ἐκ πρώτης ἐκφύσεως ὕστερον βότρυν γινόμενον. Gu. ἣ καθ’ ἑκάστην ἡμέραν στάζεις οἶνον δηλονότι τὸν ἀεὶ καρποφορούμενον. Gr. καὶ ὦ οἴνη, ἤγουν ὦ ἄμπελε, ἥτις καθ’ ἑκάστην ἡμέραν στάζεις οἶνον, διδοῦσα τὸν ἀεὶ καρποφορούμενον βότρυν τῆς οἰνάνθης, τουτέστι τὸν τὴν οἰνάνθην ποιοῦντα, ἤγουν τὸν λεπτότατον οἶνον. Gr. Cant. Mosq.

232.

ζάθεά τ’ ἄντρα
: ὦ θεῖα ἄντρα καὶ ὑψηλοὶ τόποι τῶν νυμφῶν.
A.M. τοῦ Δελφίνου ὑπὸ τὸν Παρνασὸν δείκνυται σπήλαιον. B. M.

δράκοντος
: σπήλαιόν ἐστιν ἐν τῷ Παρνασῷ δράκοντος, ὃν ἀνεῖλεν Ἀπόλλων, καὶ τὸ δέρμα αὐτοῦ παρὰ τὸν ναὸν εὕρηται, τὴν τοῦ θεοῦ παριστῶν νίκην. λέγουσι δὲ καὶ τὴν Πυθίαν οὕτω παρωνομάσθαι ἀπὸ τοῦ ἐκεῖ κατασαπέντος δράκοντος· πύθω γὰρ τὸ σήπω. οἱ δὲ ἀπὸ τοῦ πεύθω, τὸ ἐρωτῶ καὶ μανθάνω, φασὶν, ἅτε κοινὸν χρηστήριον πᾶσιν ἀνθρώποις οὖσαν, ἐρωτῶσι περὶ ὧν βούλονται καὶ μανθάνουσιν. ἦν δὲ τὸ ὄνομα τοῦ δράκοντος Δελφὶν, ὅθεν καὶ ὁ τόπος τοὔνομα ἔσχηκε, Δελφοὶ καλούμενος. Gu. Leid.