Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

211.

Ζεφύρου πνοαῖς ἱππεύσαντος
: ἀπὸ τοῦ οὐρανοῦ σφοδρῶς πνεύσαντος. καλῶς δὲ τὸ ἐξ οὐρανοῦ αὐτὸν λέγει πνεῖν, ἐπεὶ ἐν ὕψει κεῖται ἡ Σικελία. A.Η.M.T. Ἄλλως. σφοδρῶς καταπνεύσαντος ἐξ ὕψους τὸ κάλλιστον ἑαυτοῦ πνεῦμα. κάλλιστον δέ φησιν αὐτὸν ἔχειν πνεῦμα, εἰ καὶ ἐναντίον τῷ χορῷ γέγονεν, ὅτι ἡδύς ἐστιν ὁ Ζέφυρος θέρυυς ὥρᾳ πνέων εἰς εὐρωστίαν. καὶ Ὅμηρος
ἀλλ’ αἰεί ζεφύροιο λιγυπνείοντος ἀήτας, Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους.
τὸ φύσει οὖν κάλλιστόν φησιν, οὐ τὸ ἑαυταῖς κάλλιστον· ἐναντίον γὰρ ἦν. A. B.H.M.T.I.

ἱππεύσαντος
: δραμόντος. M.

214.

ἐκπροκριθεῖσ’
: ἐκλεχθεῖσα. Gr. ἐπιλεχθεῖσα. M. ἐπιλεχθεῖσα ἐγὼ ἐκ τῆς ἐμῆς πόλεως ὡς καλλίστευμά τι καὶ ἄγαλμα τῷ Λοξίᾳ. ὡς πρὸς τὸ σημαινόμενον δὲ ἀπέδωκεν· ἐκ πολλῶν γὰρ ὁ χορός. A.Η.T.