Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

960―970. Τὰ τοιαῦτα εἴδη καλεῖται κατὰ σχέσιν, ὡς εἴρηται, καὶ εἰσὶ τῆς παρούσης στροφῆς τὰ κῶλα ια′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α′ ἴαμβος τρίμετρος ἀκατάληκτος καθαρός. τὸ β′ ὅμοιον, ἐπιμεμιγμένον χορείοις. τὸ γ′ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ δ′ ὅμοιον τῷ β′. τὸ ε′ ἀσυνάρτητον, ἐκ β′ τροχαϊκῶν πενθημιμερῶν. τὸ ϛ′ ἴαμβος τρίμετρος. τὸ ζ′ ὅμοιον, ἐπιμεμιγμένον καὶ ἑτέροις ποσί. τὸ η′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ θ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου, τοῦ β′ ἀναπαίστου. τὸ ί τροχαϊκὸν ἑφθημιμερὲς, ὃ καλεῖται Εὐριπίδειον, ἢ ληκύθιον. τὸ ια′ ἀσυνάρτητον ἐξ ἰαμβικῆς βάσεως, καὶ τροχαϊκοῦ ἰθυφαλλικοῦ. ἐπὶ τῷ τέλει ἀμφοτέρων παράγραφος.

973.οὕτω χρὴ γράφειν καὶ τὰ παρόντα κῶλα, ἵν’ εἴη πρὸς τὰ μέτρα ὀρθά· καὶ ὁ οἶκος ὁ πάλαι διὰ τὰς εὐδαιμονίας ζηλωτὸς ὢν βέβηκε καὶ οἴχεται. καὶ τὸν ἄλλον στίχον πολύστονά τε δὴ καὶ πολύπονα, ἵν’ εἴη ἴαμβος, ὡς ὁ τῆς στροφῆς. ἐλλιπὴς γὰρ ἦν, διὸ καὶ διωρθώθη παρ’ ἡμῶν, καὶ οἶμαι ὡς καλῶς.

982.―1012. Μετὰ τὴν κατὰ σχέσιν στροφὴν ἑτέραν τίθησιν ἀπολελυμένην στροφήν· εἰσὶ γὰρ τὰ παρόντα εἴδη μονόστροφα καὶ συστηματικὰ κατὰ περιορισμοὺς ἀνίσους, καὶ μετρικὰ ἄτακτα. τὰ κῶλα πάντα λζ′. τὸ α′ περίοδος ἐξ ἰαμβικῆς καὶ τροχαϊκῆς βάσεως. τὸ β′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον καθαρόν. τὸ γ′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ δ’ ἐπιωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παίωνος δ’, ἰωνικοῦ ἀπὸ μείζονος κατὰ συνίζησιν καὶ ἰάμβου. τὸ ε′ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ϛ′ ἰωνικὸν ἀπ’ ἐλάττονος

δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου α′, παίωνος δ’ ἀντὶ ἰωνικοῦ καὶ συλλαβῆς. τὸ ζ′ ὅμοιον τῷ β′. τὸ η′ ὅμοιον ἐκ χορείων δι’ ὅλου. τὸ θ′ ἰαμβικὴ βάσις. τὸ ί τροχαϊκὸν ἰθυφαλλικόν. τὸ ια′ ἀσυνάρτητον ἐξ ἀναπαιστικῆς βάσεως καὶ ἰαμβικοῦ διμέτρου βραχυκαταλήκτου· εἰ δὲ βούλει, χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ σπονδείου, διιάμβου καὶ σπονδείου αὖθις. τὸ ιβ′ ὅμοιον τῷ β′. τὸ ιγ′ ὅμοιον ἑφθημιμερὲς, τοῦ β′ ποδὸς χορείου. τὸ ιδ’ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἰωνικοῦ ἀπ’ ἐλάττονος, διιάμβου καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ ιε′ ὅμοιον τῷ ιγ′, καθαρὸν ἰαμβικόν. τὸ ιϛ′ ἀσυνάρτητον ἐκ δύο τροχαϊκῶν ἑφθημιμερῶν· εἰ δὲ βούλει, ἐξ ἰθυφαλλικῶν καὶ ἰαμβικῆς βάσεως. τὸ ιζ′ τροχαϊκὸν πενθημιμερές. τὸ ιη′ ἰωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παίωνος α′, ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου β′· εἰ δὲ βούλει, ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ α′ ποδὸς δακτύλου. τὸ ιθ′ ὅμοιον τῷ β′. τὸ κ′ ὅμοιον τῷ γ′. τὸ κα′ ἴαμβος τρίμετρος. τὸ κβ′ ὅμοιον τῷ ιέ. τὸ κγ′ ὅμοιον κατὰ πάντα τῷ η′. τὸ κδ’ ἀναπαιστικὸν πενθημιμερές. τὸ κε′ τροχαϊκὸν τρίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου, ὃ καλεῖται Στησιχόρειον, ἔχον τὸ Πινδαρικὸν ἔθος, ἴαμβον δηλονότι τὸν τελευταῖον πόδα. τὸ κϛ′ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον, τοῦ α′ ποδὸς χορείου. τὸ κζ′ ὅμοιον καθαρὸν ἰαμβικόν. τὸ κη′ ὅμοιον τῷ κδ′. τὸ κθ′ δακτυλικὸν τετράμετρον· κατὰ γὰρ μονοποδίαν μετρεῖται τὰ δακτυλικὰ, ὡς εἴρηται. τὸ λ′ ὅμοιον. τὸ λα′ ἀναπαιστικὴ βάσις· εἰ δὲ βούλει, δακτυλικὸν τρίμετρον. τὸ λβ′ ὅμοιον καταληκτικὸν, ἤτοι ἑφθημιμερές. τὸ λγ′ ἀναπαιστικὴ βάσις. τὸ λα′, εἰ καὶ ἀναπαιστικὴ βάσις ἐγράφη, ἀλλ’ οὐκ ἔστιν· ἔστι γὰρ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. ὡσαύτως καὶ τὸ λγ′ δακτυλικὸν τρίμετρον. τὸ λδ′ ὅμοιον, δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς ἔχοντος συνίζησιν τῶν δύο βραχέων εἰς βραχὺ, ἵνα ἀνάπαιστος γένηται. τὸ λε′ ὅμοιον καθαρόν. τὸ λϛ′ ὅμοιον τῷ γ′ Εὐριπίδειον. τὸ λζ′ ὅμοιον κατὰ πάντα τῷ ιε′, οἵου βούλει μέτρου. ἐπὶ ταῖς ἀποθέσεσι τῶν συστημάτων παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.