Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

208.―315. Αἱ ἑξῆς αὗται ἀμοιβαὶ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρή, ὧν τελευταῖος κάματος βροτοῖσιν ἀπορία τε γίνεται. μετὰ μέντοι τὸν ξζ′ στίχον καὶ τὸν ξθ′ κῶλα δύο μονόμετρα βραχυκατάληκτα. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.

316.―331. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται κατὰ σχέσιν, ὡς εἴρηται. ἔστι δὲ τὸ ᾆσμα μιᾶς στροφῆς, εἰσὶ δὲ τὰ κῶλα τῆς στροφῆς ιϛ′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α′ ἰαμβικὸν

μονόμετρον βραχυκατάληκτον, ἤτοι κώλου τμῆμα. τὸ β′ παιωνικὸν δίμετρον ἀκατάληκτον, ἐκ παιώνων δ’ δύο. τὸ γ′ ὅμοιον ἡμιόλιον ἐκ παίωνος δ’ καὶ ἰάμβου. τὸ δ’ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου, παίωνος α′ καὶ κρητικοῦ διὰ τὴν ἀδιάφορον. τὸ ε′ καὶ τὸ γ′ κατὰ πάντα ὅμοια. τὸ ϛ′ ὅμοιον τῷ δ’. τὸ ζ′ χοριαμβικὸν τρίμετρον καταληκτικὸν ἐκ χοριάμβου, ἐπιτρίτου α′ καὶ κρητικοῦ διὰ τὴν ἀδιάφορον. τὸ τῆς ἀντιστροφῆς δὲ κῶλον πεντασύλλαβον ἔχει τὸν ἐπίτριτον. τὸ η′ ἀσυνάρτητον ἐκ παιωνικῶν ἡμιολίων δύο συγκείμενον. ἕκαστον δὲ ἐκ παίωνός ἐστι δ’ καὶ ἰάμβου. τὸ θ′ καὶ ί κατὰ πάντα ὅμοια. τὸ ιά ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου α′, παίωνος α′ καὶ συλλαβῆς· εἰ δὲ βούλει, ἀκατάληκτον. τὸ ιβ′ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἐκ χοριάμβου καὶ μολοσσοῦ. τὸ δέ γε τῆς ἀντιστροφῆς κῶλον ἐπίτριτον ἔχει γ′ ἀντὶ χριάμβου. τὸ ιγ′ ἐξ ἐπιτρίτον γ′ καὶ α′ καὶ συλλαβῆς. τὸ δ’ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, τῶν β′ πρώτων ποδῶν χορείων. τὸ ιε′ παιωνικὸν τρίμετρον ἀκατάληκτον, ἐκ παιώνων δ’ δύο. τοῦ β′ ἐνταῦθα μὲν πεντασυλλάβου, ἐν δὲ τῷ τῆς ἀντιστροφῆς κώλῳ ἑξασυλλάβου, καὶ κρητικοῦ διὰ τὴν ἀδιάφορον. τὸ ιϛ′ ἰωνικὸν ἀπ’ ἐλάττονος τρίμετρον καταληκτικὸν ἐκ παίωνος δ’ ἀντὶ ἰωνικοῦ, διιάμβου καὶ κρητικοῦ. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνίς.

323. Τινύμεναι διὰ τὸ μέτρον ἓν ν′ ὀφείλεις γράφειν. οὕτω γὰρ ἔχει πρὸς τὸ κῶλον τῆς ἀντιστροφῆς οἰκείως.