Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

189. 190.

οὐδὲ γὰρ πόθον ἔχει βορᾶς. πρόδηλος ἆρ’ ὁ πότμος
: ἴσχει πόθον, χρὴ γράφειν, οὐ πόθον ἔχει· οὕτω γὰρ ἔχει πρὸς τὸ τοῦ πρώτου συστήματος κῶλον οἰκείως. καὶ τὸ ἄρα δὲ ἐνταῦθα, εἰ καὶ συμπερασματικόν ἐστιν, ἀλλ’ οὖν ἀντὶ μακροῦ λαμβάνεται παρὰ τοῖς ποιηταῖς, ὡς καὶ τὸ ἀπορηματικὸν ἐνίοτε ἀντὶ βραχέος. διὸ τοῦτο μὲν περισπᾶται ἀντιστρόφως, ἐκεῖνο δὲ ὀξύνεται.

194. Δίκα ἐνταῦθα γράφε, μὴ δίκαια· οὕτω γὰρ ἔχει πρὸς τὸ μέτρον ὀρθῶς.

195.―207. Ἡ ἀντιστροφὴ αὕτη τῆς β′ στροφῆς, ἧς ἡ ἀρχὴ πότνια πότνια νύξ καὶ αὐτὴ κώλων ἐστὶν ὁμοίων ἐκείνῃ καὶ ἰσομέτρων ιγ′, ἐν μέντοι τῷ ϛ′ κώλῳ πεντασυλλάβους ἔχει τοὺς δύο παίωνας· ἐπὶ τῷ τέλει δύο διπλαῖ, ἡ μὲν ἐν ἀρχῇ τοῦ τελευταίου κώλου, ἡ δὲ κατὰ τὸ τέλος, ἀμφότεραι μὲν ἔξω νενευκυῖαι, δηλοῦσαι ὅτι τέλος ἔσχε τὰ ἀποδιδόμενα, ἤτοι τὰ ἀνταποδιδόμενα, ἐν τῷ ιβ′ κώλῳ.