Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
1426.―1451. Καὶ ἡ παροῦσα στροφὴ μονόστροφός ἐστι κώλων λα′. τὸ α′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ β′ καὶ τὸ γ′ καὶ τὸ δ′ ὅμοια δίμετρα καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ. τὸ ε′ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ ϛ′ προσοδιακὸν δίμετρον ἀκατάληκτον ἐκ παίωνος α′, ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ χοριάμβου. τὸ ζ′ ὅμοιον τῷ ε′ ἰθυφαλλικόν. τὸ η′ προσοδιακὸν, ἐναντίον τῷ προρρηθέντι, ἐκ χοριάμβου καὶ παίωνος δ′, ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος. εὕρηται γὰρ καὶ παρὰ Πινδάρῳ τὸ προσοδιακὸν καὶ ἀπ’ ἐλάττονος συγκείμενον, καὶ οὐ μόνον ἀπὸ μείζονος. τὸ θ′ ὅμοιον τῷ β′· εἰ δὲ βούλει, προσοδιακὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος, χοριάμβου καὶ συλλαβῆς. τὸ ι′ ὅμοιον τῷ ϛ′ ἐκ παίωνος β′ ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ χοριάμβου· εἰ δὲ βούλει, ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον, ἐξ ἰάμβου ἀρχόμενον. τὸ ια′ ἀναπαιστικὴ βάσις. τὸ ιβ′ παιωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος δ’ καὶ χορείου, ἢ ἀναπαίστου διὰ τὴν ἀδιάφορον· εἰ δὲ βούλει, τροχαϊκὸν πενθημιμερὲς ἐκ τροχαίου καὶ δύο βραχέων ἀντὶ μιᾶς μακρᾶς. τὸ ιγ′ δακτυλικὸν πενθημιμερές· εἰ δὲ βούλει, χοριαμβικὸν ἡμιόλιον, ἢ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιδ′ ἰωνικὸν ἡμιόλιον ἐκ παίωνος β′, ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ σπονδείου. εἴη ἂν καὶ ἰαμβικὸν πενθημιμερὲς, τοῦ β′ ποδὸς ἀναπαίστου. τὸ ιε′ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ τριῶν χορείων. τὸ ιϛ′ ὅμοιον. τὸ ιζ′, ιη′, ιθ′ ἐξ ἐπιτρίτου α′ καὶ ἰάμβου. τὸ κ′ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἀντισπάστου καὶ κρητικοῦ. τὸ κα′ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον καθαρόν. τὸ κβ′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον καθαρόν. τὸ κγ′ ὅμοιον δίμετρον καταληκτικὸν
Εὐριπίδειον, τοῦ α′ ποδὸς χορείου. τὸ κδ′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. οὕτω γάρ μοι δοκεῖ ταῦτα βέλτιον εἶναι γράφειν. τὸ γὰρ κακὸς Φωκεύς μόνον ἀδιάγνωστόν ἐστι τίνος ἂν εἴη μέτρου, εἰ καὶ δοκεῖ ἀντισπαστικόν. τὸ κε′ ἴαμβος τρίμετρος ἀκατάληκτος. τὸ κϛ′ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον, συνίζησιν ἔχον ἐν τῷ α′ ποδί· εἰ δὲ βούλει, ἔστω ὁ β′ ἀνάπαιστος. τὸ κζ′ τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον. τὸ κη′ καὶ τὸ κθ′ τροχαϊκὰ καὶ ἰθυφαλλικά. τὸ λ′ τροχαϊκὸν πενθημιμερές. τὸ λα′ ἰαμβικὸν, ὅμοιον τῷ κϛ′. ἐπὶ τῷ τέλει παράγραφος, καὶ ἐν εἰσθέσει ἴαμβος τρίμετρος.1453.―1471. Καὶ ἡ παροῦσα στροφὴ μονόστροφός ἐστιν, κώλων δὲ κϛ′. τὸ α′ δακτυλικὸν ἢ ἀναπαιστικὸν ἑφθημιμερὲς, ἐπεὶ ἐκ σπονδείων ἐστί. τὸ β′ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. τὸ γ′ ὅμοιον δίμετρον ἀκατάληκτον. τὸ δ’ ἀναπαιστικὸν, ὅμοιον τῷ δευτέρῳ. τὸ ε′ τροχαϊκὸν δίμετρον βραχυκατάληκτον, ὃ καλεῖται ἰθυφαλλικόν. τὸ ϛ′ τροχαϊκὸν τρίμετρον καταληκτικὸν, συνίζησιν ἔχον ἐν τῷ γ′ ποδί. τὸ ζ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ η′ τροχαϊκὸν πενθημιμερές. τὸ θ′ ἀντισπαστικὸν τρίμετρον κατάληκτον, ἐκ διιάμβου, ἀντισπάστου καὶ κρητικοῦ. τὸ αὐτὸ εἴη ἂν καὶ ἀσυνάρτητον ἐξ ἰαμβικοῦ διμέτρου βραχυκαταλήκτου καὶ τροχαϊκοῦ πενθημιμεροῦς. τὸ ι′ τροχαϊκὸν ἑφθημιμερὲς καθαρόν. τὸ ια′ ἰαμβικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ιβ′ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον, Στησιχόρειον καλούμενον, ἔχον τὸ Πινδαρικὸν ἔθος, ἴαμβον δηλονότι τὸν τελευταῖον πόδα. εἰ δὲ μή ἐστιν ἀκατάληκτον, ― τοιοῦτον γάρ ἐστι τὸ Στησιχόρειον, ―οὐδὲν θαυμαστόν. τὸ ιγ′ ὅμοιον τῷ ζ′, ἰαμβικόν. τὸ ιδ’ τροχαϊκὸν ὅμοιον τῷ ι. τὸ ιε′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου καὶ δακτύλου. τὸ ιϛ′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, τοῦ β′ ποδὸς χορείου. εἰ δὲ τὸ ἴαχεν ἐκτεταμένον βούλει εἶναι, ὡς ηὐξημένης τῆς ἀρχούσης τοῦ παρατατικοῦ, εἴη ἂν τὸ κῶλον τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον, τοῦ β′ καὶ τοῦ γ′ ποδὸς δακτύλου. εἴη δὲ καὶ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν, ἐκ διτροχαίου, παίωνος β′ καὶ μολοσσοῦ. τὸ ιζ′ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον· εἰ δὲ βούλει, ἀσυνάρτητον ἐκ τροχαϊκοῦ ἰθυφαλλικοῦ καὶ ἀναπαιστικῆς βάσεως, ἢ δακτυλικῆς.
τὸ ιη′ ἀσυνάρτητον ἐξ ἰαμβικοῦ πενθημιμεροῦς καὶ ἀναπαιστικῆς βάσεως. τὸ ιθ′ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον, τοῦ β′ ποδὸς χορείου, τοῦ δὲ δ’ ἀναπαίστου· εἰ δὲ βούλει, ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον ἐκ παίωνος β′, ἀντισπάστου καὶ διιάμβου διὰ τὴν ἀδιάφορον. τὸ κ′ τροχαϊκὸν ἰθυφαλλικὸν, τοῦ β′ ποδὸς καὶ τοῦ γ′ χορείου. τὸ κα′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ κβ′ ἰαμβικὸν πενθημιμερές. τὸ κγ′ ἰαμβικὸν ὅμοιον τῷ ζ’. τὸ κδ′ ἰαμβικὸν τρίμετρον. τὸ κε′ δακτυλικὸν τρίμετρον καταληκτικὸν εἰς δισύλλαβον. τὸ κϛ′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. ἐπὶ τῷ τέλει παράγραφος, καὶ ἐν εἰσθέσει ἴαμβος. Bar. 74.1472. Κατὰ περικοπὴν ἴαμβος. Bar. 74.