Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1369.―1379. Τὰ τοιαῦτα εἴδη καλεῖται μονοστροφικὰ καὶ μετρικὰ ἄτακτα. εἰσὶ δὲ καὶ ἀνομοιόστροφα· οὐ γὰρ ἔχει σχέσιν πρὸς τὸ ἑξῆς. τὰ δὲ κῶλα τῆς παρούσης στροφῆς εἰσὶν ια′. τὸ α′ ἰωνικὸν τρίμετρον ἀκατάληκτον ἐκ τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου δ′, παίωνος β′ ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος, καὶ διτροχαίου. τὸ β′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ γ′ ἰαμβικὸν τρίμετρον καταληκτικόν. τὸ δ′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ ε′ δακτυλικὸν τρίμετρον ἐκ σπονδείων. τὸ ϛ′ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ ζ′ ὅμοιον ἔφθημιμερές. τὸ η′ ὅμοιον δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου, τοῦ δὲ τελευταίου ἀδιαφόρου· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος δ′ καὶ β′ ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος καὶ συλλαβῆς. τὸ θ′ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ γ′ ποδὸς χορείου. τὸ ι′ τροχαϊκὸν ἑφθημιμερές. τὸ ια′ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐξ ἀντισπάστου καὶ δακτύλου. ἐπὶ τῷ τέλει παράγραφος. ἐν εἰσθέσει στίχος ἴαμβος τρίμετρος.

1381.―1392. Καὶ ἡ παροῦσα στροφὴ μονόστροφός ἐστι κώλων ιε′. τὸ α′ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ β′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου. τὸ γ′ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικὸν ἐξ ἰωνικοῦ καὶ χορείου, ἢ ἀναπαιστικοῦ διὰ τὴν ἀδιάφορον. τὸ δ′ τροχαϊκὸν ἑφθημιμερὲς Εὐριπίδειον. τὸ ε′ ὅμοιον τῷ β′, τροχαϊκὸν καθαρόν. τὸ ϛ′ ἀντισπαστικὸν δίμετρον καταληκτικὸν ἐξ ἀντισπάστου καὶ κρητικοῦ. εἰ δὲ βούλει, τροχαϊκὸν ὅμοιον τῷ δ′, ἰάμβου ἀρχομένου. τὸ ζ′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον καταληκτικὸν ἐκ παίωνος δ′, ἰωνικοῦ καὶ ἀμφιβραχέος, ἢ βακχείου διὰ τὴν ἀδιάφορον. τὸ η′ ἐπιχοριαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ διιάμβου καὶ χοριάμβου. τὸ θ′ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ γ′ ποδὸς χορείου· εἰ δὲ βούλει, ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐξ ἐπιτρίτου γ′,

καὶ παίωνος δ′. τὸ ι′ παιωνικὸν ἡμιόλιον ἐκ παίωνος δ’ καὶ σπονδείου. τὸ ια′ τροχαϊκὸν ὅμοιον τῷ ε′. τὸ ιβ′ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιγ′ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παιώνων δ′ δύο. τὸ ιδ′ δακτυλικὸν τετράμετρον καθαρόν. τὸ ιε′ ὅμοιον ἑφθημιμερὲς, ὃ καλεῖται λογαοιδικὸν, διὰ τὸ ἔχειν ἐπὶ τῷ τέλει τροχαϊκὴν συζυγίαν. ἐπὶ τῷ τέλει παράγραφος, ἐν εἰσθέσει δὲ στίχοι ἴαμβοι τρίμετροι β′, εἶτα παράγραφος.

1395.―1424. Καὶ ἡ παροῦσα στροφὴ μονόστροφός ἐστι κώλων λβ′. τὸ α′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον· εἰ δὲ βούλει, ἀσυνάρτητον ἐκ δακτυλικῆς καὶ ἀναπαιστικῆς βάσεως. τὸ β′ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ γ′ ἰαμβικὸν πενθημιμερὲς, τοῦ α′ ποδὸς χορείου. τὸ δ′ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον, ἔχον συνίζησιν κατὰ τὸν α′ πόδα. τὸ ε′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ α′ ποδὸς χορείου, τοῦ δ′ ἀναπαίστου. τὸ ϛ′ τροχαϊκὸν τρίμετρον ὑπερκατάληκτον. τὸ ζ′ ἰαμβικὸν τρίμετρον βραχυκατάληκτον. τὸ η′ ἰαμβικὸν τρίμετρον ἀκατάληκτον, ἔχον κατὰ τὸν ε′ πόδα συνίζησιν. τὸ θ′ ἀναπαιστικὸν ἑφθημιμερές. τὸ ι′ ὅμοιον δίμετρον ἀκατάληκτον, τοῦ δ′ ποδὸς χορείου, ἢ ἀναπαίστου διὰ τὴν ἀδιάφορον. τὸ ια′ ὅμοιον καθαρόν. τὸ ιβ′ ὅμοιον. τὸ ιγ′ ἀσυνάρτητον ἐξ ἀναπαιστικῆς βάσεως, ἢ δακτυλικῆς (δύο γάρ εἰσι σπονδεῖοι) καὶ ἰαμβικοῦ πενθημιμεροῦς. τὸ ιδ′ ἰαμβικὴ βάσις, ἤτοι μονόμετρον. τὸ ιε′ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον τὸ ιϛ′ ὅμοιον δίμετρον ὑπερκατάληκτον. τὸ ιζ′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ιη′ ὅμοιον, δίμετρον καταληκτικὸν, ἤτοι ἑφθημιμερές. τὸ ιθ′ ὅμοιον τρίμετρον καταληκτικὸν, τοῦ δ’ ποδὸς χορείου· ἴαμβος γάρ ἐστι τρίμετρος ἐλλιπὴς μιᾷ συλλαβῇ. τὸ κ′ ὅμοιον τῷ ιϛ′. τὸ κα′ ἰαμβικὸν δίμετρον ἀκατάληκτον ἐκ τριῶν χορείων καὶ ἰάμβου. τὸ κβ′ ὅμοιον ἐκ δύο χορείων καὶ ἀναπαίστου καὶ ἰάμβου, ἢ πυρριχίου διὰ τὴν ἀδιάφορον. τὸ κγ′ ὅμοιον ἐκ δ′ χορείων. τὸ κδ′ δακτυλικὸν δίμετρον· εἰ δὲ βούλει, χοριαμβικὸν ἡμιόλιον ἐκ χοριάμβου καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ κε′ ὅμοιον τῷ ιη′. τὸ κϛ′ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον καθαρόν. τὸ κζ′, τὸ κη′, τὸ κθ′, τὸ λ′, τὸ λα′, καὶ

τὸ λβ′ ὅμοιά εἰσι κατὰ πάντα, καὶ εἰσὶν ἰωνικὰ ἡμιόλια, ἐκ τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου β′, ἀντὶ ἰωνικοῦ ἀπ’ ἐλάττονος, καὶ ἰάμβου, πλὴν τὸ μὲν κζ′ κῶλον ἀντὶ ἰάμβου ἔχει πυρρίχιον διὰ τὴν ἀδιάφορον, τὸ δὲ λα′ χορεῖον. ἐπὶ τῷ τέλει παράγραφος, καὶ ἐν εἰσθέσει στίχος ἴαμβος τρίμετρος.