Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
94.
βούλει: θέλεις. Gu. πρὸς τὸν τάφον τῆς ἀδελφῆς ἐμοῦ ἀπελθεῖν; Gr. I. ἁπλούστερον αὐτῇ διαλέγεται, ὅτι μέλλει δεῖσθαι αὐτῆς. ἐνταῦθα δὲ παραφυλάττεται καὶ μητρὸς εἰπεῖν σῆς, ἵνα μὴ δόξῃ ὀνειδίζειν αὐτῇ. δεῖ γὰρ εἶναι κολακευτικὸν τὸν δεόμενόν τινος. A. B. M.I.
95.
μητρός: κελεύεις τῆς ἐμῆς μητρὸς τίνος χάριν; νῦν μητέρα αὐτὴν ἐκάλεσε, δεικνῦσα ὅτι οὐδὲ τὴν πρώτην λοιδορίαν προσήκατο. ἢ ὅτι διὰ τοῦ ὀνόματος τῆς ἐχθρᾶς μητρὸς παραιτεῖται τὴν αἴτησιν. ἀλλ’ ἡ μὲν κολακεύουσα συγγενικῷ ὀνόματι ἐχρήσατο, ἡ δὲ παραιτουμένη τὴν κολακείαν εἶπε μητρὸς τῆς ἐμῆς. B.M.I.
96.
κόμης ἀπαρχάς: φέρουσα ἀπαρχὰς τῆς κόμης καὶ χοὰς καὶ θυσίας ἐμάς. ἀπαρχὴ ἐλέγετο οὐ μόνον τὸ πρῶτον τῇ τάξει, ἀλλὰ καὶ τὸ πρῶτον τῇ τιμῇ. ὅθεν καὶ ἀπαρχὰς καρπῶν προσῆγον οἱ παλαιοὶ καὶ ὠνόμαζον τὰ κρείττονα ἐκλεγόμενοι. καταχρηστικῶς δὲ καὶ τὰς θυσίας ἐτέλουν ἐπὶ τοῖς τεθνεῶσιν οἱ παλαιοὶ, καὶ ἀπαρχὰς ἐκάλουν. I.
χοάς: χοαὶ αἱ χεόμεναι τοῖς νεκροῖς σπονδαί. M. Fl. 21. τάξις ἦν, ὅτε τις γυνὴ ἐλθοῦσα εὗρε συγγενῆ τινα ἴδιον τεθνηκότα, ἀποκόψαι τὰ ἄκρα τῆς κόμης καὶ πέμψαι ὡς θυσίας εἰς τὸ σῆμα τοῦ νεκροῦ. ταύτας οὖν ὁ Εὐριπίδης ἀπαρχὰς ὀνομάζει. Fl. 21.
97.
σοὶ δ’ οὐχὶ θεμιτόν: σοὶ δὲ οὐχὶ θεμιτὸν, ἀντὶ τοῦ οὐ δυνατὸν, ἔρχεσθαι πρὸς τὸν φιλούμενον τάφον. I. οὐκ ἐν καιρῷ παρρησιάζεται ἡ Ἠλέκτρα, καίτοι πρὸ ὀλίγου φάσκουσα ἐλπίδα ἔχειν εἰς τὸν Μενέλαον. καὶ ἐὰν μὲν ἐν ἐρωτήσει ᾖ ὁ λόγος, μετριώτερός ἐστιν· ἐὰν δὲ ἑτέρως, ἄντικρυς ἐναγῆ καὶ μὴ ἀξίαν οὖσαν προσπελάζειν τῷ τάφῳ ἀποδεικνύει τὴν Ἑλένην διὰ τῶν πεπραγμένων αὐτῇ τοῖς φίλοις. A. B.M. I. ἢ ἄλλως πως πικρῶς θέλει αὐτὴν ὁμολογῆσαι δι’ ὃ φυλάσσεται προσελθεῖν τῷ τάφῳ. M.