Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
93.
ὡς ἄσχολός γε: λίαν εἰμὶ ἄσχολος, ἤγουν σχολῆς ἐστερημένη, τουτέστι λίαν ἀσχολοῦμαι, ἤτοι περισπῶμαι ἐν τῇ προσεδρείᾳ τοῦ ἀδελφοῦ. Gr. I. προεδρία ἡ προτίμησις καὶ ἡ πρωτοκαθεδρία· προσεδρεία δὲ ἡ ἐπίμονος καὶ διηνεκὴς ἀσχολία δίφθογγον. Gu. I. ὡς
ἄσχολός γε συγγόνου προσεδρίᾳ: οὔ σοι πείσομαι ὡς ἀσχολουμένη περὶ τὴν προσεδρίαν τοῦ ἀδελφοῦ, ἀντὶ τοῦ, εἰ μὲν τὸ κελευόμενον παρὰ σοῦ χωρίζει με τοῦ ἀδελφοῦ, οὐ πείσομαι ὡς ἀσχολουμένη· εἰ δὲ οὐ χωρίζει, πείσομαι. A. C.M.
Ἄλλως. τοῦτό σοι, φησὶ, πεισθείην ὃ μὴ ἀπασχολήσει με τῆς προσεδρίας τοῦ ἀδελφοῦ. ἢ παντελῶς ἀπαρνεῖται τὴν ὑπούργησιν, τουτέστιν οὐ πείθομαί σοι, ὅτι ἄσχο λός εἰμι τῇ προσεδρίᾳ τοῦ ἀδελφοῦ, ἵν’ ᾖ τὸ ὡς ἀντὶ τοῦ ὅτι. ἔνιοι δὲ λείπειν φασὶ τὸ μή, ἵν’ ᾖ εἰρωνεία, πείθομαί σοι, ὅτι μὴ ἄσχολός εἰμι τῇ τοῦ ἀδελφοῦ προσεδρίᾳ· ἄσχολος γάρ ἐστιν. ἔνιοι, πῶς οὖν, φησὶ, φησὶ, πεισθῶ ἀσχολουμένη τῇ νοσοκομίᾳ τοῦ ἀδελ φοῦ, ἢ ὡς σχολὴν ἄγουσα; ἵν’ ᾖ ἐν ἐρωτήσει. B.M.I. ἀντὶ τοῦ μέγα ἐστὶ τὸ πρᾶγμα· ἢ βραχὺ τὸ ͞͞ω͞͞͞͞ς ἀντὶ τοῦ ὅτε, ἵν’ ᾖ ἀντὶ τοῦ ὅτε μὴ ἄσχολος. λείπει γὰρ τὸ ͞μ͞η. M.
ὡς ἄσχολος: οὐ πεισθήσομαι, παρακαθημένη τἀδελφῷ, κἀνταῦθα οὐκ ἔχουσα ἄδειαν. ἐμμέριμνός εἰμι μὴ ἄδειαν ἔχουσα. Gu. τὸ προσεδρία Ἰωνικὸν διὰ τὸ μέτρον· τὸ γὰρ δρι δίφθογγον γράφεται. Gu.
ἄσχολος: σχολὴ λέγεται ἡ ἄδεια καὶ ἡ ἀργία· ἀσχολία δὲ τάχα ἡ οὐκ ἔχουσα σχολὴν καὶ ἄδειαν, ἀλλὰ ἔχουσα ἔργον τι. Fl. 59.