Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

730.

ἰδὼν αὐτὸς σαφῶς
: τὸ σαφῶς καὶ τὸ ἐναργῶς διαφέρουσι, κἂν δοκῶσιν εἶναι ταυτά. ἐναργὲς γὰρ λέγεται ὃ ὀφθαλμοὶ ὁρῶσι, σαφὲς δὲ ὅπερ χεὶρ ἐπαφᾶται. παχύτερον δὲ τὸ ἐπαφώμενον τοῦ ὁρωμένου δηλονότι καὶ ἐκδηλότερον· τὰ παχέα γὰρ τῶν λεπτῶν ἐκδηλότερα. ἐτυμολογεῖται δὲ τὸ σαφὲς παρὰ τὸ κρατεῖσθαι τῇ σῇ ἁφῇ, τὸ δὲ ἐναργὲς παρὰ τὴν ἐν πρόθεσιν καὶ τὸν ἄρα συλλογιστικὸν σύνδεσμον καὶ τὸ γίνεσθαι. ὁ δὲ ἄρα σύνδεσμος ἢ ἐρωτηματικός ἐστι καὶ προπερισπᾶται, ἢ συλλογιστικὸς καὶ ἀποφαντικὸς καὶ δηλωτικὸς ἀληθείας ἢ ψεύδους, καὶ παροξύνεται. παροξύνεται δὲ καὶ ὁ παραπληρωματικὸς ἄρα, ὃς καὶ ἄρ λέγεται. σαφὲς οὖν τὸ ἐπαφώμενον, ἐναργὲς δὲ τὸ ἐν τῷ ἄρα συλλογιστικῷ συνδέσμῳ γινόμενον καὶ ἐκ συλλογισμοῦ συνιστάμενον καὶ τρόπον τινὰ καθορώμενον. ἐντεῦθεν
καὶ τὸ ὄναρ καὶ τὸ ὕπαρ, τὸ μὲν ὄναρ ἀπορούμενον εἰ ὄν ἐστιν ἆρα, ὡς ἂν εἴ τις εἴποι, ἆρα ὄν ἐστι τὸ ὄναρ, τὸ δὲ ὕπαρ καθὸ φανερώτερόν ἐστι καὶ τρόπον τινὰ καὶ ὁρώμενον ὀφθαλμοῖς ἀνεῳγόσιν ὑπὸ τὸ ἄρ ἐστι τὸ συλλογιστικὸν, ἤτοι ἀληθές. A.