Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

θᾶσσον
: τὴν αἰτίαν τοῦ θᾶσσον ἱκόμην ἐπιφέρει αὐτίκα λέγων σύλλογον πόλεως ἀκούσας, τὸν δ’ ἰδὼν αὐτὸς σαφῶς. λέγει δὲ ὅτι ἐρχόμενος διὰ τῆς πόλεως ἤκουσα παρά τινων ὡς ἐκκλησίαν Ἀργεῖαι ἐποίησαν ἐπὶ σὲ καὶ Ἤλεκτραν, ἵνα κτείνωσιν. εἶδον δὲ καὶ αὐτὸς ἐν τῇ ἐκκλησίᾳ τινὰς στείχοντας, ὅθεν σπεύσας ἀφικόμην, ἵνα μάθω τοῦ χάριν ταῦτά ἐστι, καὶ ὅσον δύναμαι εἰσενέγκω σοι. Gu. I. θᾶσσον ἢ ὡς ἐχρῆν με παρεγενόμην διὰ τῆς πόλεως, τὸν ἐπὶ σὲ καὶ τὴν σὴν ἀδελφὴν σύλλογον τῆς πόλεως καὶ ἀκούσας καὶ τοῖς ὀφθαλμοῖς ἰδὼν, ὡς τῆς φήμης διαδραμούσης ἄχρι Φωκίδος. οὐ μόνον οὖν, φησὶν, ἤκουσα σύλλογον κατὰ σοῦ γεγενῆσθαι, ἀλλὰ καὶ παρὼν εἶδον. B.I.