Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
τῷ λίαν: ἤγουν μετριάζειν καὶ μὴ τῇ ὑπερβολῇ χρῆσθαι. Gr. τὸ τῷ λίαν καὶ μέγα καὶ μικρὸν γράφεται, μικρὸν μὲν οὕτω· πειράσομαι πεῖσαι καὶ τὸν Τυδάρεω καὶ τὴν πόλιν τοῦτο τὸ λίαν χρῆσθαι σοὶ καλῶς· μέγα δὲ οὕτω· πειράσομαι πεῖσαι καὶ τὸν Τυνδάρεω καὶ τὴν πόλιν τίνι τῷ λίαν χρῆσθαι σοὶ καλῶς. οὐ γὰρ μόνον πείθω τὸν δεῖνα τάδε φαμὲν, ἀλλὰ καὶ πείθω τούτοις· ἡ γὰρ κατάπεισις, ἣν ἐκεῖνον πείθω, τοῖς πράγμασι γίνεται, εἰς ἃ αὐτὸν καταπείθω. εἰ δέ τις εἴποι ὡς εἰ τὸ λίαν μικρὸν γράφεται, οὐκ ἀπαντᾷ πρὸς τὸ μέτρον, φαμὲν ὅτι οὐ μόνον τὰ δύο ἀμετάβολα ἐκτείνουσι παρὰ τοῖς ποιηταῖς, ἀλλὰ καὶ ἓν ἔσθ’ ὅτε. Gu. μετρίως, τῷ σφόδρα ἐνδείξασθαι τὴν πραότητα. Fl. 10.
706.
καὶ ναῦς γάρ: καὶ γὰρ ναῦς βιαίως τοῦ ποδὸς ἐνταθέντος ὑπέκυψεν, ὣστε ὕδωρ εἰσδέξασθαι, πάλιν δὲ ἀνωρθώθη χαλάσαντος τὸν πόδα καὶ ἀνιέντος. A. B. M.I. τὰς γὰρ ἄγαν προθυμίας, ἀντὶ τοῦ τὰς ὑπερβολικὰς ὁρμὰς καὶ ὑπὲρ τὸ δέον, μισεῖ ὁ θεός. I. καὶ ναῦς πρὸς βίαν ἐξαπλωθεῖσα ἐν τῷ ποδὶ, ἤγουν τῷ ἀρμένῳ, ἐκινδύνευσε καὶ πάλιν διεσώθη τοῦ κινδύνου, ἂν χαλᾷ τὸ ἄρμενον. C.
707.
πρὸς βίαν ποδί: εἰς κατασκευὴν τοῦ πρὸς ἐκείνους λόγου ἐπάγει ταῦτα. ποδὶ δὲ ἤγουν διὰ τοῦ ποδός. λέγεται δὲ οὕτω τὸ σχοινίον τὸ κατέχον κάτωθεν τὸ ἱστίον. Gr. I.