Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
700.
ἐκπνεύσει’: ἀντὶ τοῦ καταπαύσειε τὴν ὀργὴν δηλονότι, ὡς ἐπὶ ἀνέμου. A. B.M. λήξειε τῆς ὀργῆς. Gr. Florr. iidem. ῥαΐσειε τῆς ὀργῆς, παυθῇ τοῦ θυμοῦ. Gu.
ὅταν δ’ ἀνῇ: ὅταν δ’ ἀναπνεύσῃ, ἐπιτύχοις ἂν εὐκόλως τοῦ λαοῦ, καθόσον βούλει. I. ἀπὸ μεταφορᾶς τῶν πνευμάτων. B. rec. Gr. ἀφήσῃ, καταλείψῃ. Gu. ἀφῇ. Fl. 6. 9. 17. 25. 56. 59. 76. τελειώσῃ ὀργάς. Fl. 21.
702.
ἔνεστι δ’ οἶκτος: ὁ δέ ἀντὶ τοῦ γάρ, ἵν’ ᾖ, ἔνεστι γὰρ τῷ δήμῳ καὶ ἑλεεῖν καὶ θυμοῦσθαι, καὶ ὁ πᾶς λόγος τοιοῦτος, ἐὰν τοίνυν θυμουμένῳ τῷ δήμῳ εἴκῃς, πεπαύσεται ὀργῆς καὶ λοιπόν ἐστιν ἐπιτήδειος εἰς τὸ συνδραμεῖν ταῖς ἱκεσίαις. ὡς γὰρ ἐμπέφυκεν αὐτῷ τὸ μεγάλως ὀργίζεσθαι, οὕτω καὶ τὸ ἐλεεῖν· τουτέστιν, οὐ γὰρ πρὸς τὸ ὀργίζεσθαι μόνον φύσιν ἔχει, ἀλλὰ καὶ πρὸς τὸ ἐλεεῖν, καὶ τῷ δυναμένῳ τοῦτο αὐτὸ καραδοκεῖν καὶ ἐπιτηρεῖν πότε μὲν μεγάλως θυμοῦται, πότε δὲ ἀνῆκε τῆς ὀργῆς, κτῆμά ἐστι τοῦτο τιμιώτατον, τὸ εἰδέναι ἑκάτερον τὸν καιρόν. ἢ αὐτὸς ὁ δῆμος κτῆμά ἐστι τιμιώτατον τῷ εἰδέναι προσενεχθῆναι καθ’ ὅν δεῖ τρόπον αὐτῷ. ἢ ὁ καιρὸς μέγα κτῆμα τῷ καραδοκοῦντι, φησὶ, τὸν δῆμον καὶ τηροῦντι καὶ γινώσκοντι πότε μὲν θυμοῦται, πότε δὲ ἐλεεῖ. A.B.M. I. Ἄλλως. ἔνεστι τῷ δήμῳ ἐλεεῖν, ἔστι δὲ καὶ μεγάλως θυμοῦσθαι. ὁ γὰρ δέ ἀντὶ τοῦ γάρ· οὐ γὰρ μόνον ἐστὶ πρὸς τὸ θυμοῦσθαι τὴν φύσιν, ἀλλὰ καὶ πρὸς τὸ ἐλεεῖν, καὶ τῷ δυναμένῳ τοῦτο αὐτὸ συντηρεῖν κτῆμά ἐστι τοῦ ἐπιτηρεῖν τὸν καιρὸν τιμιώτατον. κτῆμά ἐστι τοῦτο, ὅ ἐστι τὰ μέγιστα, ἀντὶ τοῦ τὸ κερδαίνειν δηλοῖ αὐτὸς ὁ δῆμος ὄφελος τῷ τοιούτῳ Ἄλλως. ἐνταῦθα πρωθύστερός ἐστιν ὁ τρόπος· διὰ γὰρ τὴν βίαν τοῦ μέτρου οὕτως συνηρμόσθη τὸ ἔπος. οὕτως γὰρ ὤφειλεν εἰπεῖν, ἔνι θυμὸς μέγας, ἔνεστι καὶ οἶκτος τῷ θυμουμένῳ δήμῳ, ὁ δὲ οἶκτος τῷ καραδοκοῦντι καὶ ταῖς ἐλπίσι τρεφομένῳ χρῆμα καὶ κτῆμα τιμιώτα τον καὶ λυσιτελές. Α. τοῦτο τὸ ἐπιτηρεῖν τὸν καιρὸν κτῆμά ἐστι τιμιώτατατον, ὅ ἐστι τά μέγιστά τις ἂν ἐκ τούτου κερδαίνειν δύναται. Gu.