Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

338.

ὅ σ’ ἀναβακχεύει
: τουτέστιν ὅπερ τῆς μητρὸς ἀναβακχεύει σε καὶ μαίνεσθαι ποιεῖ. ἢ ὅστις ἀλαστόρων ἀνακινεῖ τὸ αἷμα τῆς μητρός σου, μὴ ἐῶν αὐτὸ ἠρεμεῖν ἀτιμώρητον. B.I. ὅ σ’ ἀναβακχεύει. τινὲς στίζουσιν εἰς τὸ ὅ σ’ ἀναβακχεύει, ἵν’ ᾖ ὅπερ σε τὸ αἷμα. γράφεται δὲ καὶ ὃς σὲ ἀναβακχεύει, ἀλάστωρ σὲ ἀνακινεῖ καὶ μαίνεσθαι ποιεῖ. M. διχῶς στίζουσιν. ἀποδίδοται οὖν πρὸς μὲν τὴν πρώτην στιγμὴν, τίς οὗτος φόνιος ἔρχεται ἀγὼν, ᾧ ἀγῶνι δάκρυα δάκρυσι συμμίσγει καὶ συμβάλλει τις τῶν ἀλαστόρων, πορεύεσθαι ποιῶν τὸ αἷμα τῆς σῆς μητρὸς εἰς τοὺς οἴκους καὶ μὴ ἐῶν αὐτὸ ἠρεμεῖν ἀτιμώρητον, ἢ ὅ σε, τὸ αἷμα δηλονότι, ἀναβακχεύει καὶ μαίνεσθαι ποιεῖ· πρὸς δὲ τὴν δευτέραν στιγμὴν, ὅτι τοσοῦτον ἔρχεται φόνιος ἀγὼν, δάκρυα δάκρυσι συμμίσγει τις τῶν ἀλαστόρων, ὅς σε ἀναβακχεύει πορεύων καὶ περιέλκων ματέρος αἷμα σᾶς, ὅ ἐστιν ἀνακινῶν τὸ αἷμα τῆς μητρός σου κατὰ τοὺς οἴκους σου, καὶ μὴ ἠρεμῶν αὐτὸ εἶναι ἀτιμώρητον. B.M.I.

340.―344. ὁ μέγας ὄλβος οὐ μόνιμος καὶ διηνεκὴς ἐν τοῖς βροτοῖς· ἀνατινάξας δὲ δαίμων τις, αὐτὸν δηλονότι, καθὰ λαῖφος καὶ ἄρμενον νηὸς ταχείας, κατέκλυσεν, ἤτοι βυθισθῆναι ἐποίησεν ὡς ἐν κύμασι πόντου ὀλεθρίοις καὶ χαλεποῖς. τὸ δὲ δεινῶν πόνων διὰ μέσου, ἀντὶ τοῦ φεῦ, ἕνεκα τῶν δεινῶν πόνων. I.

ὁ μέγας ὄλβος
: περισσὸν τὸ ἓν ὡς. ὁ δὲ λόγος, οὐ μόνιμος ὁ μέγας ὄλβος· κατέκλυσε γὰρ αὐτὸν δαίμων τις, ὡσεὶ λαῖφος ἀκάτου θοᾶς τινάξας κατέκλυσε τοῖς ὀλεθρίοις καὶ λάβροις κύμασι πόντου. οὕτω καὶ τὸν ὄλβον κατέκλυσε τινάξας ὑπὸ δεινῶν πόνων. ὅσον γὰρ δύναται πνεῦμα κατὰ νηὸς ἐν θαλάσσῃ, τοσοῦτον ἀνθρώπων ἡ τύχη. A.B. C.M.I. Ἄλλως. ὡς ἐν πόντῳ λάβροις ὀλεθρίοις ἐν κύμασι δαίμων τις ἀκάτου θοᾶς λαῖφος κατέκλυσεν, οὕτω καὶ τὸν μέγαν ὄλβον κατέκλυσε τινάξας ὑπὸ δεινῶν πόνων. Ἄλλως. κλύζεσθαι δαίμων τις παρεσκεύασε τὸν ὄλβον, ὑπὸ ἀστάτων ἔργων δηλονότι, ὡς λαῖφος ἀκάτου θοᾶς ἀνατινάξας κλύζεσθαι ἐποίησεν ἐν κύμασι πόντου λάβροις καὶ ὀλεθρίοις. Καὶ ἄλλως. ἀνατινάξας γὰρ δαίμων τις, ὅ ἐστιν ἄνωθεν ἐκ τοῦ οὐρανοῦ πέμψας δηλονότι τὸν ὄλβον οὕτως κλύζεσθαι ἐποίησεν ὑπὸ τῶν ἀστάτων ἔργων ὡς ναῦν ἐν κύμασι πόντου λάβροις καὶ ὀλεθρίοις. τὸ γὰρ λαῖφος ἀκάτου θοᾶς περιφραστικῶς τὴν ναῦν. ἀνατινάξας δέ τις δαίμων τὸν ὄλβον κατέκλυσεν αὐτὸν καὶ κατεπόντισεν ὡς ἀκάτου θοᾶς λαῖφος πόντου λάβροις ὀλεθρίοις κύμασιν. ὅσον γὰρ δύναται πνεῦμα κατὰ νηὸς ἐν θαλάσσῃ, τοσοῦτον καὶ κατὰ τὸν βίον τῶν ἀνθρώπων ἡ τύχη. A. τὸ δὲ δεινῶν πόνων ἐν μέσῳ
ἀναπεφώνηται. ἢ οὕτως· ὡς δὲ πόντου λάβροις ὀλεθρίοις ἐν κύμασι δαίμων τις ἀκάτου θοᾶς λαῖφος κατέκλυσεν, οὕτω καὶ τὸν μέγαν ὄλβον κατέκλυσε τινάξας ὑπὸ δεινῶν πόνων. B. M.I.