Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
33.
Πυλάδης: Φώκου παῖδες Κρῖσος καὶ Πανοπεύς. τούτοιν ὁ Κρῖσος ἔκτισε τὴν νῦν Κίρραν, τότε Κρῖσαν καλουμένην, καὶ παῖς αὐτῷ ἐξ Ἀντιφατείας τῆς Ναυβόλου Στρόφιος ἐγένετο. οὗ Ἀστυδάμεια καὶ Πυλάδης ἐκ Κυδραγόρας τῆς ἀδελφῆς Ἀγαμέμνονος. A. B. M.I.
34―45.
ἐντεῦθεν: ἤτοι ἐξ ἐκείνου συντακεὶς καὶ συμμιγεὶς ὁ τλήμων Ὀρέστης νόσῳ ἀγρίᾳ, ἤτοι μανίᾳ, νοσεῖ· ὁ δὲ, ἀντὶ τοῦ ὅς δὴ, πεσὼν ἐν κοίτῃ κεῖται. ὁ φόνος γὰρ τῆς μητρὸς ἐλαύνει καὶ ταράσσει αὐτὸν μανίαισιν, ὑπὸ μανιῶν, τῶν Ἐριννύων δηλονότι. αἰδοῦμαι γὰρ ὀνομάζειν καὶ λέγειν θεὰς Εὐμενίδας, τὰς Ἐριννύας δηλονότι, αἳ ταράσσουσι τόνδε διὰ φόβου. ἕκτον δὲ ἦμαρ τόδε, ἐστὶ δηλονότι, ἐξότου σφαγαῖς καὶ διὰ σφαγῆς θανοῦσα ἡ μήτηρ ἐκαθάρθη τὸ δέμας διὰ τοῦ πυρός· δι’ ὧν ἡμερῶν οὔτε τροφὴν ἐδέξατο διὰ τοῦ λαιμοῦ, οὐ λουτρὰ ἔδωκε τῷ σώματι, ἤτοι οὐκ ἐνίψατο· κρυφθεὶς δὲ ἔσω τῶν ἱματίων, ὅταν μὲν κουφισθῇ τὸ σῶμα ἀπὸ τῆς νόσου, ἔμφρων γενόμενος δηλονότι, δακρύει, ποτὲ δὲ ἀπὸ τῆς κοίτης πηδᾷ, καθὰ πῶλος ἀπὸ ζυγοῦ δρομαῖος καὶ ταχύς. I.
34.
ἐντεῦθεν: μετὰ τὴν ματροκτονίαν. Fl. 59. ἐξ ἐκείνου. Gr. ἐκ τῆς αἰτίας ταύτης. ἐκ τούτου, μετὰ τὸ γενέσθαι τὸν φόνον. Gu.