Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
32.
οἷα δὴ γυνή: ὥσπερ ἀδύνατος ἡ γυναικεία φύσις μεταλαβεῖν φόνου· οὐ γὰρ κεκοινώνηκε τοῦ φόνου ἡ Ἠλέκτρα, ὡς καὶ Ὀρέστης φησίν σὺ μὲν γὰρ ἐπένευσας τάδ’, εἴργασται δ’ ἐμοί. Ἄλλως. ζητεῖται τί δήποτε ἀνωτέρω παρθένον ἑαυτὴν εἰρηκυῖα, ὅπου φησὶν ὧν δ’ ἕκατι, παρθένῳ λέγειν οὐ καλόν, ἐνταῦθα γυναῖκα ἑαυτὴν λέγει. λεκτέον δὲ ὅτι οἷα δὴ γυνὴ πρὸς τὸ θηλυκὸν γένος σκοπουμένη, ὡς οὐδὲν μὲν ἔπραξεν, ἀλλὰ τοσοῦτον ὅσον ἂν γυνή τις ἐργάσαιτο.
Ἄλλως. ὡς γυνὴ, συμβουλεύσασα, παραθαρρύνασα, ὑπομνήσασα τοῦ πατρός. οὐ γὰρ αὐτόχειρ γέγονε τῆς μητρὸς, ἀλλὰ λόγοις παρώρμησε κατ’ αὐτῆς τὸν ἀδελφόν. τάχα δὲ διὰ τοῦ οἷα δὴ γυνή παρονειδίζει τῇ μητρί· ἐκείνη γὰρ αὐτόχειρ γέγονε τοῦ Ἀγαμέμνονος, οὐ κατὰ γυναῖκα. A. B.M.I.
οἷα δὴ γυνή: ὅσον δὲ δύνανται αἱ γυναῖκες εἰς φόνον πρᾶξαι ὥσπερ ἀδύνατος ἡ γυναικεία φύσις μεταλαβεῖν φόνου. τοσοῦτον ἔπραξα, ὅσον ἂν γυνή τις ἐργάσηται συμβουλεύσασα, παραθαρρύνασα, ὑπομνήσασα τοῦ πατρός· οὐ γὰρ αὐτόχειρ γέγονε κἀκείνῳ εἰς τὸν φόνον τῆς μητρὸς, ἀλλὰ λόγοις παρώρμησεν ἱσταμένη ἔξωθεν καὶ περισκοποῦσα. Fl. 59. ἐκοινώνησα καθὰ ἂν μετάσχοι γυνή. Fl. 6. 9. 17. 21. 56. 59. 76.