Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
256.
τὰς αἱματωπούς: τὰ συμβαίνοντα τοῖς πάσχουσι ταῦτα τοῖς προεστῶσι τοῦ πάθους θεοῖς ἀνατιθέασιν οἱ ποιηταί· οἷόν τι καὶ Ὅμηρός φησι περὶ τῶν λιτῶν χωλαί τε ῥυσαί τε παραβλῶπές τ’ ὀφθαλμώ ἐκ τῶν ἀποβαινόντων παθῶν εἰδωλοποιήσας αὐτάς. οὕτω καὶ τὸν Πλοῦτον τυφλὸν λέγουσιν, ὅτι ἀκρίτως ποιεῖ πλουσίους, καὶ τὸν Καιρὸν ὀπισθοφάλακρον, ὅτι τοῦ παρῳχημένου ἀδύνατον ἀντιλαμβάνεσθαι. καὶ κωφὸν δὲ αὐτὸν ὁ Δημοσθένης φησὶν, ὅτι μετακαλούμενος οὐχ ὑπακούει. A.B.M. Gu. I. αἱματωποὺς εἶπε τὰς Ἐρινύας ὁ Εὐριπίδης ἐκ τοῦ τοὺς μαινομένους ὕφαιμον βλέπειν καὶ ταραχῶδες, ὡς Φοῖβος ὁ τοῦ φοιβᾶν τοὺς μάντεις, ὅ ἐστι μαίνεσθαι, αἴτιος, καὶ πολύμοχθος Ἄρης καὶ τὰ τοιαῦτα. A. B.M. ὦ μῆτερ τὰς αἱματοποιοὺς καὶ δρακοντώδεις κόρας ἐπ’ ἐμοὶ μὴ ἐπίσειε, ἤγουν μετακίνει. M. δρακοντώδεις δὲ λέγει τὰς ἐχούσας δράκοντος, ἤτοι ὄφεως, ὀδόντας. Gu. I.
ὦ μῆτερ: δοκεῖ τὸ εἴδωλον τῆς μητρὸς παριστάμενον ὁρᾶν καὶ ἐπισείειν κατ’ αὐτοῦ τὰς Ἐρινύας. A. δοκεῖ τὸ εἴδωλον Ὀρέστῃ παριστάμενον. Fl. 33.
μὴ’ πίσειε: ἀπείλει. Gr. Fl. 21. μὴ ἐπίφερε. Gu. ἐπίβαλε. Fl. 18. ἐπίπεμψον. Fl. 10.
257.
αὗται γάρ: ἐκ τοῦ ἀφανοῦς ὑπέθετο τὰς Ἐρινύας αὐτὸν διωκούσας, ἵνα τὴν δόξαν τοῦ μεμηνότος ἡμῖν παραστήσῃ, ὡς εἴγε παρήγαγεν αὐτὰς εἰς μέσον, ἐσωφρόνει ἂν ὁ Ὀρέστης, τὰ αὐτὰ πᾶσιν ὁρῶν. ταῦτα δὲ νεώτερα· Ὅμηρος γὰρ οὐδὲν τοιοῦτον εἶπε περὶ Ὀρέστου. A.B. M.I.
258.
μέν’, ὦ ταλαίπωρε: μένε ἀτρέμας καὶ ἡσύχως ἔχε ἐν τοῖς δεμνίοις· οὐδὲν γὰρ ὁρᾷς ἀφ’ ὧν δοκεῖς σαφῶς εἰδέναι. I.