Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

208.

ὅρα παροῦσα
: ὦ παρθένε Ἠλέκτρα, παραγενομένη πλησίον σκόπει, ἵνα μὴ ἀποθανὼν ὅδε ὁ ἀδελφὸς λανθάνει σέ· οὐ γὰρ ἀρέσκει ἐμοὶ τῷ λίαν παρειμένῳ, ἤτοι κατὰ τὸ λίαν παρειμένον καὶ ἐκλελυμένον, τῷ ἀκινήτῳ, τῷ πάνυ ἐκλελυμένῳ τῶν σῶν μανιῶν. νῦν οὐ τραγῳδεῖ, ἀλλ’ ἐν τῇ μανίᾳ. I.

210.

οὐ γάρ μ’ ἀρέσκει
: Ἀττικὸν τὸ σχῆμα· Ἀριστοφάνης σὲ δὲ ταῦτ’ ἀρέσκει; A. ὅτι οὐχί μοι ἀρέσκει ἀγνώστως παρακαθέζεσθαι ἐπὶ τῷ λίαν παρειμένῳ καὶ διαλελυμένῳ Ὀρέστῃ καὶ μὴ εἰδέναι εἴτε ζῇ εἴτε οὔ. C.

παρειμένῳ
: τῷ πάνυ ἐκλελυμένῳ τῷ σώματι. M.

211.

ὦ φίλον ὕπνου θέλγητρον
: ὦ προσφιλὴς τοῦ ὕπνου θελκτικὴ δύναμις, βοηθὸν κατὰ τῆς νόσου, λίαν προσῆλθες ἐμοὶ ἡδὺ καὶ εὐφραντικὸν, ἐν προσήκοντι καιρῷ. ὦ λήθη τῶν κακῶν σεβασμία, λίαν ὑπάρχεις σοφὴ καὶ τοῖς δυστυχοῦσι θεὸς, ἀξία εὐχῆς. ἀπὸ ποίου τόπου, πότε, ἦλθον ὧδε; πῶς δὲ καὶ κατὰ τίνα τρόπον ἀφικόμην; ἐπιλανθάνομαι γὰρ στερηθεὶς τῶν πρὶν φρενῶν, τῶν ἐν τῇ μανίᾳ δηλονότι. I.