Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

205.

ἄγαμος
: ἀντὶ τοῦ ἄτεκνος, ἐπὶ τούτῳ δὲ ἄγαμος Gr. δέον ἀγάμως καὶ ἀτέκνως εἰπεῖν, ὁ δὲ πρὸς τὸ ἥτις εὐθεῖαν ἐξήνεγκεν. Gu.

ἄτεκνος
: περισσὸν τὸ ἄτεκνος· ἡ γὰρ ἄγαμος καὶ ἄτεκνος. ἢ ἀναστρεπτέον τὴν σύνταξιν, ἄτεκνος, ἐπειδὴ ἄγαμος· ἐνεδέχετο γὰρ τὴν γήμασαν εἶναι ἄτεκνον. διὸ προσέθηκεν ἄγαμος. A.B. C.M.I. ἐπειδὴ ἐγὼ ἡ ἀθλία ἄγω χρόνον εἰς τὴν διηνεκῆ μου ζωὴν ἀτεκνίας. C.

ἅτε
: ἀντὶ τοῦ καθά ὀφείλει νοεῖσθαι, ἵν’ ᾖ βραχὺ τὸ α. οὕτω γὰρ ἔχει πρὸς τὸ τῆς στροφῆς κῶλον ὀρθῶς· τὸ γὰρ ἀντὶ τοῦ ἥτις οὐκ ἔχει καλῶς. I.

ἅτε βίοτον
: ἥτις ἡ μελέα εἰς τὸν ἀεὶ χρόνον ἕλκω τὸν βίοτον, ἤγουν τὴν ζωὴν, τουτέστιν ἀκούσιον ζωὴν ἔχω· διὰ γὰρ τοῦ ἕλκω τὸ ἀκούσιον παριστᾷ, ὥσπερ φαμὲν ὅτι ἕλκουσιν οἱ βόες τὴν ἅμαξαν καὶ τὸ ἄροτρον· οὐ γὰρ ἑκουσίᾳ γνώμῃ ταῦτα σύρουσιν, ἀλλ’ ὑπ’ ἀνάγκης. τοῦτό φησιν ἡ Ἠλέκτρα τὸν θάνατον αἱρετώτερον ἡγουμένη τῆς ζωῆς. Gr. I.