Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
τί δὴ γὰρ οὐ: διὰ τί, φησὶν, οὐ δικαίως θίγοιμι τῶν χερνίβων; A. B.C.M.I.
1603.
καὶ σφάγια πρὸ δορός: ὑπὸ δορὸς, ὅ ἐστιν ὑπὸ ξίφους. B. M. εὖ γὰρ καὶ σφάγια καταβάλοις. πάλιν δὲ καὶ τοῦτο ἠθικῶς. πρὸ δορὸς δὲ ἀντὶ τοῦ πρὸ πολέμου· εἰώθασι γὰρ οἱ βασιλεῖς εἰς πόλεμον μέλλοντες ἐξιέναι θύειν τοῖς θεοῖς. A.B.M. I. τὸ πρὸ δορός καὶ πρὸς τὸ θίγοις ἂν χερνίβων καὶ πρὸς τὸ καταβάλοις σφάγια ῥητέον. τοῦτο δὲ λέγει ὁ Μενέλαος πρὸς τὸν Ὀρέστην εἰρωνευόμενος, δεικνὺς ὡς οἱ μὲν ἄλλοι βασιλεῖς, ὁπηνίκ’ ἂν πολεμεῖν δέῃ, πρῶτον θύουσι τοῖς θεοῖς, σὺ δὲ ἄρξας τῆσδε τῆς γῆς, ἡνίκα χρεία τούτου παρέσται, πῶς ἅψῃ θυμάτων ἀκάθαρτος ὤν; Gu. Bar.
σὺ δ’ ἂν καλῶς: σὺ δ’ ἂν, φησὶ, θύσειας ἁγνῶς ὡς μὴ μιαρὸς ὤν. A. B.I. σὺ δὲ ἁγνῶς ποιήσεις τὰς θυσίας μιαρὸς ὤν. Gu.
1604.
ἁγνὸς γάρ εἰμι χεῖρας: τοῦ φόνου τῆς μητρὸς δηλονότι. A.B.M.I.