Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

147.

ἴδ’ ἀτρεμαίαν
: ἰδοὺ, φέρω βοὴν ἀτρεμαίαν καὶ ἀθόρυβον καὶ λίαν ὑπόροφον καὶ λεπτὴν, ἤγουν ἥσυχον. I. ἐπίρρημα ἀντὶ τοῦ ἰδού. ἀθόρυβον, οὐ ταραχὴν ἐμποιοῦσαν, λεπτήν. Gr.

ἴδ’ ἀτρεμαίαν
: μικρὸν σὺ, φησὶ, κελεύεις με φωνεῖν, ὡς ψιθυρίζει τῇ τοῦ ἀνέμου κινήσει κάλαμος· ἔγω δὲ ἔλαττον αὐτοῦ φέρω βοὴν, ὡς ὑπ’ ὀρόφου γινομένην. ὁ δὲ ὄροφος κάλαμός ἐστιν ἀσθενής τε καὶ λεπτὸς καὶ παπυρώδης, οὗ μέμνηται καὶ Ὅμηρος, λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντες. ἐκ τούτου δέ εἰσι καὶ αἱ γλωσσίδες
τῶν αὐλῶν. ὡς ἀσθενὴς δὲ καὶ ἀσθενῆ ποιεῖται τὴν ἀπήχησιν τῷ μὴ ἀνθίστασθαι τῇ βίᾳ τοῦ πνεύματος. A. B.C.M.I.

ὡς ὑπόροφον φέρω βοάν
: τινές φασι βοὴν ὑπόροφον τὴν μὴ δυναμένην ἐκτὸς τοῦ οἴκου ἐξακούεσθαι, ἄλλοι δὲ ὄροφον λέγουσι λεπτόν τινα κάλαμον παπυρώδη, πιστούμενοι τοῦτο ἐκ τοῦ ἄνωθεν τῆς Ἠλέκτρας λόγου. εἰπούσης γὰρ ἐκείνης πρὸς τὸν χορὸν, ὦ φίλη, φώνει ὥσπερ πνοὴ καὶ ἀπήχησις σύριγγος λεπτοῦ δόνακος, ἀπολογούμενος ὁ χορός φησι, θέασαι ὅτι φέρω βοὴν ἥσυχον, ὑπόροφον, του τέστι τὴν γινομένην ὑπὸ ὀρόφου. μέμνηται δὲ καὶ Ὅμηρος τοῦ ὀρόφου λέγων "λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντες.’ ἐκ τούτου δὲ τοῦ ὀρόφου ποιοῦσιν οἱ παῖδες αὐλοὺς λεπτὸν ἠχοῦντας καὶ μὴ δυνάμενον ἐξακούεσθαι διὰ τὴν ἀσθένειαν. Gu. I.

ὑπόροφον
: ὄροφος λεπτὸς κάλαμος εἰς ὀροφὰς ἐπιτήδειος. ὑπώροφον οὖν τὴν μὴ διικνουμένην ἔξω τοῦ ὀρόφου, ὅ ἐστι βραχεῖαν. B.M.I.