Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

142.― 145.

ἀποπρὸ βᾶτε
: ἀντὶ τοῦ πόρρω μοι καὶ χωρὶς τῆς κοίτης γίνεσθε. τὸ δὲ ὁλόκληρόν φασί τινες ἀπόπροθι. διαθέσεως δὲ ἐμφαντικὸν τὸ μοι, ὡς τὸ Πάτροκλέ μοι δειλῇ πλεῖστον. A.C.M.

Ἄλλως.

ἀπορπό μοι
: τὸ ὁλόκληρον τούτου τινές φασιν ἀπόπροθι. καὶ τὸ παρ’ Ὁμήρῳ οὕτως ἐκδέχονται τυτθὸν ἀποπρὸ νεῶν. A.B.M.I.

ἰδοὺ, πείθομαι
: τοῦτο εἰκὸς ὀξύτερον εἰρηκέναι τὸν χορόν· διὸ καὶ Ἠλέκτρα περιδεὴς γενομένη εἶπεν ἆ ἆ. φυσικῶς δὲ τὸ ἆ ἆ εἶπε πρῶτον, ἐπειδὴ καὶ αὕτη πρώτη ὑπὸ τῆς φύσεως φωνὴ εὕρηται. ἀμέλει γοῦν, ἐπειδὰν πλῆθός τι θεάσηταί τις παραδόξων, εὐθὺς οὐδὲν ἕτερον ἀναβοᾷ ἢ τὸ ἆ ἆ, τῆς φύσεως ἀγούσης ἐπὶ τοῦτο. εἶτά φησι πρὸς τὸν χορὸν, τοιαύτην πέμπε μοι φωνὴν οἷός ἐστιν ἦχος σύριγγος καλάμων λεπτῶν ἐν τοῖς ἕλεσιν ἀποτελούμενος· οὐ γὰρ τὸ ὄργανον τῆς σύριγγός φησι. τοῦτο γὰρ πολύφωνον ὂν καὶ τὸν Ἐνδυμίωνα ἐγεῖραι δύνατ’ ἄν. A.B.C. M.I.

ἀποπρὸ βᾶτε
: μακρὰν τῆς κοίτης πορεύθητε ἐκεῖσε. ἀποπρὸ, ἤτοι ἄγαν μακράν. I.

ἀποπρό
: ἰδοῦσα ταύτας ἡ Ἠλέκτρα ἐρχομένας πρὸς τὴν στρωμνὴν τοῦ Ὀρέστου λέγει πρὸς αὐτάς· ἄπο καὶ μακρὰν πρόβατε καὶ ἐξέλθετε ἐκεῖσε καὶ ἀπεκεῖ, ἤγουν ἀπὸ τῆς στρωμνῆς μακρὰν καθίσατε. Fl. 59. ἄπωθεν τῆς κοίτης ἐπιτείνατε εἰς τὸ ἔμπροσθεν τὴν πορείαν, ἄπωθεν κατ’ ἐπίτασιν τῆς εἰς τὸ ἔμπροσθεν πορείας. Fl. 6. 9. 17. 21. 56. 59. 76. Gr. πόρρω μοι καὶ χωρὶς τῆς κοίτης. B.

μοι
: χάριν ἐμοῦ. I.