Scholia in Euripidis Orestem (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 2. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1044.

βεβῶσιν
: πλήσιον βεβηκόσιν, ἐλθοῦσιν, ἑστῶσιν. Gu.

1045.

ὦ φίλτατ’
: ἀντὶ τοῦ διὰ στοργῆς καὶ φιλίας ἔχων τὴν ἐμὴν ψυχὴν καὶ τὸ ἐμὸν ὄνομα. ποῖον ὄνομα; τὸ καὶ αὐτὸν καλεῖσθαι ἀδελφὸν (ὅ ἐστι καλούμενος ἀδελφός)· ὁ γὰρ ἀδελφοῦ ἔχων ὄνομα ἀδελφὸς ἂν καλοῖτο. A.B.M. ὦ ὁ ἔχων ὄνομα τῆς σῆς ἀδελφῆς, ἤγουν τὸ τοῦ ἀδελφοῦ, ποθεινὸν, ἐμοὶ δηλονότι, καὶ ἥδιστον, καὶ ψυχὴν μίαν, ἤγουν τὴν αὐτὴν αὐτῇ δηλονότι, τουτέστι τῇ ψυχῇ αὐτῆς. Gr. Cant. Fl. 21. ἀδελφῆς δ’ ὄνομα ἔχειν ἔφη τὸν Ὀρέστην, ἤγουν αὐτὸ τὸ εἶναι ἀδελφὸν αὐτῆς· ἡ γὰρ τῆς ἀδελφότητος κλῆσις πρὸς ἀλλήλους ἀντιστρέφει. Fl. 21.

1046.

τῆς σῆς ἀδελφῆς
: ἐπεὶ καὶ αὐτὸς ἀδελφὸς αὐτῆς καλεῖται. M. τὸ τῆς σῆς ἀδελφῆς πρὸς τὸ ποθεινόν ἐστιν, οὐ πρὸς τὸ ὄνομα· οὐ γὰρ μόνον ποθεινός εἰμι τούτῳ λέγομεν, ἀλλὰ καὶ ποθεινός εἰμι τούτου, οὕτω· ὦ Ὀρέστα, ὁ ἔχων ὄνομα ποθεινὸν τῆς σῆς ἀδελφῆς, ἤγουν ὁ ποθούμενος ὑπ’ αὐτῆς. ἐρεῖ δὲ καὶ προϊὼν ὅμοιον, ὦ ποθεινὸν ὄνομ’ ὁμιλίας ἐμῆς. ἢ τὸ ὄνομα πρὸς τὴν Ἠλέκτραν νοητέον. Gu.