Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

89. ὡς: ἵνα. M. κρίνωσιν: ἵνα διαλύσωσι, ἤγουν διακρίνωσιν, ὅθεν καὶ ὀνειροκρίτης. Fl. 6. 21. 56. 59. 76. διερμηνεύσωσιν· ὅθεν καὶ ὀνειροκρίτης. Gr.

90. εἶδον γάρ: ἐξήγησις τοῦ ὀνείρου. Fl. 21. ἐθεασάμην. Fl. 59.

βαλίαν: γράφεται καὶ βαλιά καὶ βαλία. διαφέρει δέ· βαλία μὲν γὰρ λέγεται ἡ ταχεῖα παρὰ τὸ λίαν βαίνειν, βαλιά δὲ ἡ κατάστικτος καὶ φολιδωτός. Ἄλλως. εἶδον γὰρ βαλίαν ἔλαφον σφαζομένην ἐν ἀνάγκῃ τῷ αἱματοποιῷ ὄνυχι τοῦ λυκοῦ ἀναρπασθεῖσαν ἀπὸ τῶν ἐμῶν γονάτων οἰκτρῶς. A.

βαλιάν: βαλιὰ ἀπὸ τοῦ βάλλω. Fl. 9. τὴν ὀξεῖαν καὶ οἷον σύντονον τῷ σώματι, ἀπὸ τοῦ λίαν βαίνειν· ἢ βαλιὰν ἐνεργὸν τῷ βήματι, ἢ τὴν κατάστικτον καὶ ποικίλην. βαλιὰ ἡ κατάστικτος ἔλαφος λέγεται, καὶ βαλιὰ ἡ δρομικωτάτη, ἡ βαίνουσα λίαν. Fl. 25. τὸ βαλιὰν ἢ τὸ ταχεῖαν ἀπὸ τοῦ λίαν βαίνειν, ἢ τὴν κατάστικτον ὀξυτόνως, ἀπὸ τοῦ τὰς στίξεις αὐτῆς βολαῖς καὶ τρώσεσιν ἐοικέναι, ἤγουν αἱματώδεις καὶ κοκκίνους. Fl. 59. βαλιάν: ἔλαφος ἡ τελεία καὶ ὀξεῖα ἐκ τοῦ βαίνειν λίαν. Fl. 33.

αἵμονι χαλᾷ: τῇ φονικῷ, τῇ αἱματοποιῷ ὄνυχι. M. αἱματηρῷ ὄνυχι. Fl. 17. 21. Gr. χαλᾷ: διὰ ὄνυχος. Fl. 6. χεῖλος τὸ τοῦ ἀνθρώπου ἀπὸ τοῦ χέω διὰ διφθόγγου· χηλὴ δὲ ὁ ὄνυξ ἀπὸ τοῦ χαλῶ. Fl. 9.

91. σφαζομέναν: συνάπτεται τοῦτο πρὸς τὸ οἰκτρῶς. Fl. 6. ὑπὸ λύκου κατάστικτον διὰ τῶν χηλῶν ἤγουν ὀνύχων σφαζομένην. Fl. 33.

ἀπʼ ἐμῶν: τὸ σχῆμα πρωθύστερον. Fl. 59. σπασθεῖσαν: τῇ ἀνάγκῃ ἀποσπασθεῖσαν μετὰ βίας τῶν ἐμῶν γονάτων. M. ἁρπασθεῖσαν μετὰ ἀνάγκης, βιαίως. Fl. 17. 21. 34. 56. 76. ἁρπασθεῖσαν καὶ ἑλκυσθεῖσαν, ἤγουν σὺν βίᾳ. Fl. 59. καὶ ἀπὸ τῶν ἐμῶν κόλπων ἀποσπασθεῖσαν διʼ ἀνάγκης ὀδυνηρῶς. Fl. 33. ἤγουν ἁρπασθεῖσαν. Gr. ἀφαιρεθεῖσαν. Gu.

[*](5. βαλιά καὶ βαλία] Recta scriptura p. 80. et 8. p. 613. βαλιά est ὀξυτόνως, nomen vero 10. τὴν ὀξεῖαν—] Haec partim in proprium equi Βαλίος apud Homerum M. sic, ὀξεῖαν ἀπὸ τοῦ λίαν βαίνειν τὴν paroxytonum est, ut alia hujusmodi ἔλαφον, οἷον σύντονον τῷ βήματι. καὶ nomina, de quibus dixit ἄλλως. βαλιὰν τὴν λίαν ἐνεργῆ τῷ βήματι:—Idem Lehrs. de Aristarcho p. 281. Conf. in gl. interl. ποικίλην quae in Thesauro dicta sunt vol. 2. nt rec. ταχεῖαν.)
243

93. οἰκτρῶς: ἤγουν οὕτως, ὥστε ἐλεῆσαι τινὰ ἰδόντα καὶ καμφθῆναι. Cant. ἐλεεινῶς. M. Gr. ἀνηλεῶς. M. Fl. 21. 56.

καὶ τόδε δεῖμα: καὶ τοῦτο τὸ φάντασμα τοῦ Ἀχιλλέως πλέον με φοβεῖσθαι ποιεῖ· συντείνει γὰρ εἰς τὸν ὄνειρον, καὶ εἰς ἐμὲ ἐτράπη τὰ κατὰ τοῦ Ἀχιλλέως γέρας αἰτοῦντος τοὺς Ἕλληνας μίαν τῶν Τρωϊκῶν γυναικῶν εἰς σφαγήν· οὐ γὰρ ἰδικῶς τὴν Πολυξένην ᾐτήσατο, ἀλλὰ μίαν τῶν αἰχμαλωτίδων κάλλει ὑπερφέρουσαν. M. Fl. 25.

καὶ τόδε δεῖμα: καὶ τόδε, ὃ μέλλω εἰπεῖν, φόβημά ἐστιν, τὸ φάντασμα τοῦ Ἀχιλλέως, τὸ φανὲν δηλονότι ὑπὲρ τῆς ἄκρας κορυφῆς τοῦ τύμβου, δεῖμα καὶ φόβος ἦλθεν ἐμοί. I. δεῖμα: φόβος. Gu. τὸ φόβημα. Fl. 6. 17. τόδε: ὅπερ εἶδον. Gr.

94. ὑπὲρ ἄκρας: ἄνω ὑπὲρ τοῦ ἄκρου τῆς κορυφῆς τοῦ τύμβου. Fl. 6. 21. 56, 59. 76. τοῦ ἐν Χερρονήσῳ κενοταφίου. ἐτάφη γὰρ ἐν Τροίᾳ φονευθεὶς ὑπὸ Πάριδος ἐν τόξοις εἰς τὸν τῆς Ἀθηνᾶς νεὼν, ὅτε τοῦτον ἔμελλε Πρίαμος Πολυξένῃ συνάψαι. εἰκότως δὲ ταύτην σφάγιον ᾔτησεν, ὅτι δι᾿ αὐτὴν πεφόνευται. τὸ δὲ ποιεῖν κενοτάφιον ἔθος ἦν τοῖς Ἕλλησιν εἰς τιμὴν καὶ μνήμην τῶν ἀποιχομένων. Gu.

95. φάντασιʼ: τὸ φανὲν δηλονότι καὶ τὸ εἴδωλον. Fl. 17. 59. καὶ τὸ τοιοῦτον δεῖμα καὶ φόβισμα ἦλθεν ὑπὸ τῆς κορυφῆς καὶ ἄκρας τοῦ Ἀχιλλέως τάφου, δῆλον τὸ ὅραμα. Fl. 33. φάντασμα: διὰ τό. Gr. εἴδωλον. Gu.

96. γέρας: τιμήν. Fl. 21. Gr. εἰς τιμήν. Fl. 17. πολυμόχβων: τῶν πολλὰ κοπιασάντων. Fl. 17. δυστυχῶν. Fl. 59. δυστυχεστάτων. Gr. πολυπαθῶν. Gu.

97. Τρωϊάδων: γυναικῶν δηλονότι. Fl. 21. καὶ ἐζήτει τιμὴν μίαν ἐκ τῶν Τρωϊκῶν γυναικῶν τῶν ὑπομενουσῶν πολλὰ κακά. Fl. 33.

98. ἀπʼ: μακράν. τὸ δευτερολογεῖν ἢ ἐπὶ χαρᾶς ἢ ἐπʼ ἐκπλήξεως, ὡς ἐνταῦθα, ἢ ἐπὶ θλίψεως. Gr. τόδε: ἤγουν τὸ αἴτημα. Gr. τὴν τοῦ γέρους αἴτησιν ἢ τὸ δεῖμα.) Gu. αἴτησιν τῆς Πολυξένης. Fl. 6. τὸ φάντασμα καὶ τὸ δεῖμα. Fl. 21. 56. τὸ ζήτημα τοῦ Ἀχιλλέως. Fl. 59.

[*](3. πλέον] πλεῖον M. ib. αἰτοῦντος] ζητοῦντος Fl. 4. εἰς τὸν] εἰς τὸ M. 6. γυναικῶν — αἰχμαλωτίδων] γυναικῶν ib. καὶ εἰς] ἢ οὕτως ἢ εἰς M. ἰδικῶς τὴν πόλιν ᾐτήσατο, ἀλλὰ 5. τοῦ om. Fl. μίαν τῶν αἰχμαλώτων Fl.)
244

99. πέμψατε: ἀποπέμψατε, ὦ θεοὶ, δεομένης μου ὑπακούοντες, ἀποπέμψατε, ὦ θεοὶ, τοῦτο τὸ φάντασμα τῆς ἐμῆς θυγατρὸς δεομένης μου ἐπακούοντες. M. ἀποστήσατε. Fl. 17. ἀποπέμψατε, ὦ θεοί. Fl. 21. 17. ἀποδιώξατε. Gr. ὦ θεοὶ, ἱκετεύω ἐκβῆναι τὸν ὄνειρον ἐπʼ ἀγαθῷ. Fl. 33.

100. Ἑκτάβη: ὁ χορὸς ἐκ Τρῳάδων αἰχμαλώτων γυναικῶν. ὁ δὲ λόγος, ὦ Ἑκάβη, πρὸς σὲ ὡρμήθην μετὰ σπουδῆς τὰς δεσποτικὰς σκηνὰς τοῦ Ἀγαμέμνονος καταλιποῦσα. A.M. ἔοικεν οὐ διασωθῆναι Ἑκάβην μέχρι τῆς σκηνῆς Ἀγαμέμνονος, ἐμποδισθεῖσαν παρὰ τοῦ χοροῦ, ἀλλ᾿ ἀπελθεῖν εἰς τὴν σκηνὴν Πολυξένης. Gu. χορὸς ἐκ Τρωϊάδων αἰχμαλωτίδων γυναικῶν. χορὸς διαιρεῖται εἰς τρία, εἰς στάσιμα, εἰς παροδικὰ καὶ εἰς κωμικά. Fl. 25. ὁ χορὸς ἐκ τῶν Τρωϊκῶν γυναικῶν τῶν αἰχμαλωτισθεισῶν συνέστη. Fl. 33. ὁ δὲ λόγος, ὦ Ἑκάβη, πρὸς σὲ ἐλιάσθην, ἤγουν ἐξώρμημαι καὶ παρεγενόμην, μετὰ σπουδῆς, τὰς δεσποτικὰς σκηνὰς τοῦ Ἀγαμέμνονος λιποῦσα. Fl. 25. σπουδῇ: σπουδαίως. Fl. 59. ἀντὶ τοῦ μετὰ ταχυτῆτος. Gr. σπουδαίως. ἀπὸ ὀνόματος τὸ ἐπίρρημα. Gu. ἐλιάσθην: ὡρμήθην, παρεγενόμην. οὕτως Εὐριπίδης. M. προσέφυγον, ἦλθον. γίνεται δὲ ἀπὸ τοῦ ἁλῶ, τὸ πλανῶ καὶ ἐκκλίνω· ὅθεν ἁλίζω, καὶ κατὰ μετάθεσιν λιάζω· ὁ παθητικὸς πρῶτος ἀόριστος ἐλιάσθην. I. ἐλιάσθην; προσέφυγον, ἦλθον πρὸς σὲ, οὐδὲν ἀπὸ τῶν παθέων, ὧν ἔχεις δηλονότι, κουφίζουσα. Baroc. προσῆλθόν σοι, προσέφυγον· σύναπτε δὲ τοῦτο πρὸς τὸ παθέων, τὰ δʼ ἄλλα διὰ μέσου. Gu. ἤγουν ἔφυγον. Gr. ἀπὸ τοῦ λίαν, ἀΐσσω καὶ ὁρμῶ. Gu. ἤγουν ἔφυγον, προσῆλθον. Fl. 6. 59. ἔφυγον, ἦλθον, ὡρμίσθην, ἐπαραγενόμην. ἕλομαι τὸ πλανοῦμαι. Fl. 21. ἦλθον συντόμως. Fl. 17. ἐκλίνθην. Havn.

100.—124. Ἑκάβη, σπουδῇ πρός σʼ ἐλιάσθην: ὁ χορός φησιν ὅτι σπουδῇ ἐχωρίσθην ἀπὸ τῆς σκηνῆς Ἀγαμέμνονος οὐκ ἐπὶ τῷ κουφίσαι τι τῶν κακῶν σου, ἀλλὰ καὶ ἐπισάξαι διὰ τῶν λεγομένων ὑπʼ ἐμοῦ. Ἄλλως. Ἑκάβης σπουδῇ ἦλθον πρὸς σὲ, λιποῦσα τὰς δεσποσύνους σκηνὰς Ἀγαμέμνονος, ὅπου ἐτάχθην φυλάττειν ἀπελθοῦσα, [*](8. καταλιποῦσα] Pergit A. ἄλλως. αἰχμαλωτισθέντων. ὁ χορός φησιν ὅτι etc. quae vide infra 21. κουφίζουσα] ἐλαπφρύνουσα Gu. ad v. 100.—124. qui incipit ab πρὸς σέ. 13. αἰχμαλωτισθεισῶν scripsi pro)

245
ἐκβληθεῖσα ἀπὸ τῆς Τροίας, τοῦ κοπτικοῦ στόματος τῆς λόγχης παρὰ τῶν Ἀχαιῶν γενομένη δοριθήρατος. ἦλθον δὲ οὐ μέλλουσά τι εὐφραντόν μηνῦσαί σοι ἢ ἀποκουφίσαι σὲ ἀπὸ τῶν θλίψεων, ἀλλὰ μᾶλλον αἰρομένη καὶ φέρουσα μέγα βάρος ἀγγελίας, ἀντὶ τοῦ μεγάλην λύπην. ἐν γὰρ τῷ συναθροίσματι τῶν Ἑλλήνων λέγεται δόξαν γενέσθαι, εἴτʼ οὖν θέλησιν, τὴν σὴν παῖδα Πολυξένην σφάγιον θέσθαι τῷ Ἀχιλλεῖ. γινώσκεις γὰρ καὶ αὐτὴ ὡς ὁ Ἀχιλλεὺς θυσίαν ἐζήτησεν, ὅτε ἐφάνη σὺν ὅπλοις χρυσοῖς ἐπιβὰς τοῦ τύμβου, ἐκώλυε δὲ τὰς ποντοπόρους ναῦς ἐπερειδομένας, ἐχούσας τὰ ἱστία ἐν τοῖς σχοινίοις, ταῦτα βοῶν καὶ λέγων, ποῖ ἀπέρχεσθε, Δαναοὶ, λιπόντες τὸν ἐμὸν τάφον ἀγέραστον; δόξα δὲ διπλῆ ἦν ἐν τῷ πολεμικωτάτῳ στρατῷ τῶν Ἑλλήνων. τοῖς μὲν γὰρ ἤρεσκε διδόναι καὶ ποιεῖν σφάγιον ἐν τῷ τοῦ Ἀχιλλέως τύμβῳ, τοῖς δὲ οὐδαμῶς τοῦτο καλὸν ἐδόκει. ἦν δὲ σπουδάζων καὶ θέλων τὸ σὸν καλὸν, ἤγουν τὸ μὴ σφαγιασθῆναι τὴν Πολυξένην, ὁ Ἀγαμέμνων ὁ ἀνέχων τὰς κοίτας τῆς μαντικῆς Κασάνδρας καὶ σὺν αὐτῇ κοιμῶν. A.

100—154. Παράφρασις. ὦ Ἑκάβη, σὺν σπουδῇ ὥρμησα πρὸς σὲ, καταλιποῦσα τὰς δεσποτικὰς σκηνὰς, ὅπου διὰ κλήρου ἐδόθην καὶ ἐτάχθην δούλη, ἀποδιωκομένη ἀπὸ τῆς πόλεως τῆς Ἰλιάδος τῇ ὀξύτητι τοῦ δόρατος, δοριάλωτος γενομένη παρὰ τῶν Ἀχαιῶν. ἐλιάσθην δηλονότι κατὰ κοινοῦ, οὐδὲν ἀπὸ τῶν παθῶν ἐλαφρύνουσα καὶ ἐλαττοῦσα, ἀλλὰ ἐπιφέρουσα μέγα βάρος μηνύματος, σοί τε, ὦ γύναι, ἦλθον κῆρυξ καὶ ἄγγελος ἀχέων καὶ θλίψεων. ἐν γὰρ τῇ συνελεύσει τῶν Ἀχαιῶν τῇ πεπληρωμένῃ περιᾴδεται καὶ φημίζεται κυρωθῆναι, θέσθαι καὶ ποιῆσαι τὴν σὴν θυγατέρα θῦμα τῷ Ἀχιλλεῖ. γινώσκεις δὲ ὅτι ἐπιβὰς, ὁ Ἀχιλλεὺς δηλονότι, τοῦ τύμβου τοῦ ἑαυτοῦ, ἐφάνη σὺν ὅπλοις χρυσοῖς, ἐπέσχε δὲ τὰς ναῦς τὰς ἐν τῷ πόντῳ τὴν πορείαν ποιουμένας, ἐπερειδούσας τὰ ἄρμενα ἐν σχοινίοις, τάδε βοῶν, ὦ Δαναοὶ, ποῦ πορεύεσθε, ἀφέντες τὸν ἐμὸν τύμβον ἄτιμον; συνέβη δὲ, καὶ ἐπῆλθε, ταραχὴ πολλῆς φιλονεικίας, δόξα δὲ, καὶ γνώμη καὶ ὑπόληψις, ἐχώρει καὶ ἐκινεῖτο εἰς τὸν στρατὸν τὸν πολεμιστήν. τοῖς μὲν δοκοῦν, ἦν δηλονότι, διδόναι σφάγιον τῷ τύμβῳ, τὴν θυγατέρα δηλονότι, τοῖς δὲ οὐχί. (οἱ δὲ νεώτεροι συντάσσουσιν οὕτως· τοῖς μὲν δοκοῦν, ἀντὶ τοῦ δοκοῦντος, ἤτοι ἀρεστοῦ ὄντος, διδόναι τῷ τύμβῳ [*](34. ἀρεστοῦ Matth. pro ἀρίστου.)

246
σφάγιον, τὴν Πολυξένην δηλονότι, τοῖς δὲ οὐχί.) ἦν δὲ ὁ μὲν σπεύδων εἰς τὸ σὸν ἀγαθὸν ὁ Ἀγαμέμνων, ἅτε τιμῶν τὴν κοίτην τῆς μαντικῆς Κασάνδρας· οἱ υἱοὶ δὲ τοῦ Θησέως, Ἀκάμας καὶ Δημοφῶν, οἱ κλάδοι τῶν Ἀθηνῶν, ἦσαν δημηγόροι λόγων διπλῶν. συνέτρεχον δὲ βουλῇ μιᾷ, ὥστε στεφανοῦν τὸν τάφον τοῦ Ἀχιλλέως ἐν αἵματι προσφάτῳ καὶ παρθενικῷ. τὴν δὲ κοίτην τῆς Κασάνδρας οὐκ ἔλεγον προτιμήσειν τῆς ἀνδρείας τοῦ Ἀχιλλέως. αἱ ἅμιλλαι δὲ τῶν κατατεινομένων λόγων, ἤτοι τῶν ἀγωνιστικῶς λεγομένων καὶ ἐριστικῶς, πῶς καὶ κατὰ τινὰ τρόπον ἦσαν ἴσαι, μέχρις οὗ κατέπεισε τὴν στρατιὰν ὁ Ὀδυσσεὺς ὁ ποικίλα φρονῶν, ὁ κόπις καὶ ὁ λάλος, ἤτοι ὁ ῥήτωρ ὁ ἡδὺς κατὰ τοὺς λόγους, ὁ τῷ δήμῳ χαριζόμενος, λέγων δηλονότι, μὴ τὸν ἄριστον πάντων τῶν Ἀχαιῶν, Ἀχιλλέα, ἀποδιώκειν καὶ παραβλέπειν χάριν σφαγίων δουλικῶν, μηδέ τινα τῶν ἀποθανόντων στάντα πλησίον τῆς Περσεφόνης εἰπεῖν ὅτι οἱ Δαναοὶ ἀπῆλθον τοῦ τόπου τῆς Τροίας, κακοὶ καὶ ἀχάριστοι φανέντες τοῖς Ἕλλησι, τοῖς ἀποθανοῦσιν ὑπὲρ τῶν Ἑλλήνων. παραγενήσεται δὲ συντόμως ὁ Ὀδυσσεὺς, ἀποσπάσων τὴν πῶλον, ἤτοι τὴν Πολυξένην, ἀπὸ τοῦ σοῦ κόλπου, καὶ παρορμήσων καὶ παρακινήσων ἐκ τῆς γεραιᾶς χειρός τῆς σῆς. ἀλλ᾿ ἄπιθι πρὸς ναοὺς, ἴθι πρὸς βωμοὺς, κάθησο παρακλήτρια τοῦ Ἀγαμέμνονος διὰ τῶν γονάτων αὐτοῦ δηλονότι. ἐπικαλοῦ τούς τε ἐν τῷ οὐρανῷ θεοὺς, τούς τε ὑποκάτω τῆς γῆς. ἢ γὰρ αἱ λιταὶ ἐμποδίσουσιν ἔσεσθαι ἐστερημένην παιδὸς μελέας, καὶ ἀθλίας, ἢ ἀπόκειται ἰδεῖν τὴν παρθένον προκειμένην τοῦ τύμβου, βαπτομένην ἐκ τῆς χρυσοφόρου δειρῆς ἐν ῥεύματι μελαναυγεῖ, καὶ μέλαιναν ὄψιν ἔχοντι αἵματος. I.

101. δεσποσύνους: τὰς τῶν δεσποτῶν. δεσπόσυνος δὲ κυρίως ὁ τοῦ δεσπότου υἱός. κατεχρήσατο οὖν οὕτως εἰπών. ἦν γὰρ ἡ Ἑκάβη ἐν τῇ τοῦ Ὀδυσσέως σκηνῇ, ὁ δὲ χορὸς ἐν τῇ τοῦ Ἀγαμέμνονος. διὰ τοῦτο λέγει τὰς δεσποσύνους, τουτέστι τοῦ Ἀγαμέμνονος, ὅπου ἐκληρώθη εἶναι δούλη. M.

[*](2. ἄτε τιμῶν] ἀτιμῶν I. γατέρα προπετῆ καὶ ἔμπροσθεν κειμένην 21. Quae leguntur a vv. ἢ γὰρ αἱ τοῦ τάφου τοῦ Ἀχιλλέως καὶ φοινισσομένην λιταὶ, eadem fere habet Gu. ad v. καὶ βαπτομένην ἐν νασμῷ καὶ ἐν 150 sqq. ἢ γὰρ διακωλύσουσι καὶ ἐμποδίσουσι ῥεύσει μελαναυγεῖ καὶ σκοτεινῷ τοῦ αἵματος σὲ αἱ παρακλήσεις τοῦ εἶναί τοῦ ἐκ τῆς χρυσοφόρου δειρῆς σε ὀρφανὴν τῆς ἀθλίας παιδὸς, ἢ ἀπόκειταί ἤγουν τοῦ χρυσᾶ φοροῦντος ποτὲ σοι θεάσασθαι τὴν παρθένον θυ- τραχήλου.)
247

δεσποσύνους: δεσπόσυνον κατὰ ποιητὰς τὸ τοῦ δεσπότου κτῆμα, παῤ ἡμῖν ὁ τοῦ δεσπότου υἱός. Gr. δεσποσύνους: δεσποτείας. Fl. 21. Plut. 32. τὰς δεσποτικάς. περιφραστικῶς τὰς τοῦ Ἀγαμέμνονος. Fl. 10. Gu. δεσπόσυνος δὲ κυρίως ὁ τοῦ δεσπότου υἱός. κατεχρήσατο οὖν δεσποσύνους τὰς τῶν δεσποτῶν σκηνάς· ἦν γὰρ Ἑκάβη ἐν τῇ τοῦ Ὀδυσσέως σκηνῇ, ὁ δὲ χορὸς ἐν τῇ τοῦ Ἀγαμέμνονος, τὸ πλεῖον δὲ, διότι ἦν ἡ Κασάνδρα ἐν τῇ τοῦ Ἀγαμέμνονος. διὰ τοῦτο οὖν λέγει τὰς δεσποσύνους, τουτέστι τοῦ Ἀγαμέμνονος. Fl. 25. σκηνάς: τέντας. Fl. 17. κατοικίας. Fl. 59. προλιποῦσα: ἀντὶ τοῦ λιποῦσα. Cant. Gr. λέγεται ἡ πρόθεσις περισσὴ καὶ ἐν πεζῷ λόγῳ. Cant. Gr. ἀφεῖσα. Fl. 59.

102. ἵνʼ ἐκληρώθην: ὅπου ἐκ κλήρου ἔλαχον. Fl. 6. 17. 56. 59. ὅπου, εἰς ἃς σκηνάς. Fl. 21. ὅπου διὰ κλήρου κατέστην. Fl. 21. plut. 32. Gu. προσετάχθην ἀντὶ τοῦ ἐτάχθην καὶ ὡρίσθην εἶναι δηλονότι. Fl. 59. ὅπου εἰς κλῆρον ἐδόθης καὶ παρεδόθης δούλη. Fl. 33. καὶ ἐκληρώθην. Gr. ἐγενόμην, ὡρίσθην. ἡ πρὸς ὑστεροχρόνιος ἐνταῦθα. Gu.

103. ἀπελαυνομένα: διωκομένη τῆς σῆς πόλεως Ἰλιάδος. Fl. 33. ἐξελθοῦσα καὶ διωκομένη. Gr.

104. λόγχης αἰχμῇ: ἤγουν τῷ δόρατι, τουτέστι τῷ πολέμῳ. Cant. λόγχης: τοῦ λόχου, τοῦ πολέμου. Fl. 17. ἤγουν τοῦ δόρατος. Fl. 6. 21. 56. 59. 76. νόμῳ πολέμου. M. rec. Fl. 21. αἰχμῇ: τῷ ξίφει. Fl. 6. 21. 56. 59. 76. διὰ τῶν Ἑλληνικῶν δοράτων αἰχμαλωτισθεῖσα. Fl. 33.

105. δοριθήρατος: αἰχμάλωτος. Fl. 21. plut. 32. ἤγουν δοριάλωτος. Gr. αἰχμάλωτος γενομένη δηλονότι. Gu.

106. οὐδὲν παθέων: ἐλιάσθην πρὸς σὲ οὐδὲν ἀπὸ τῶν παθῶν, ὧν ἔχεις δηλονότι, κουφίζουσα. B. Fl. 6. 21. 56. 59. 76. οὐδὲν τῶν περιεχόντων σε κακῶν ἀποκουφίζουσα, καὶ θεραπεύουσα. Ἄλλως. ἐν ὑπερβατῷ, σπουδῇ προσελιάσθην. σπονδῇ, φησὶν, ἐχωρίσθην ἀπὸ τῆς [*](10. ἡ πρὸ πρόθεσις περισσὴ καὶ ἐν π. κουφίζουσα ἤγουν τῶν κακῶν θεραπεύουσα λ. tantum habet Fl. 59. δὲ ἡ Cant. Fl. 25. 20. ἤγουν τῷ δόρατι] ἤγουν τοῦ δόρατος. ib. θεραπούουσα] ἐλαττοῦσα addit τῷ ξίφει, ἤγουν τῷ δόρατι τουτέστι Fl. τῷ πολέμῳ Gr. 30. προσελιάσθην] οὐδὲν παθέων ἀπὸκουφίζουσα 29. σε κακῶν—θεραπεύουσα] ἀπο- addit M.)

248
σκηνῆς τοῦ Ἀγαμέμνονος, οὐκ ἐπὶ τῷ κουφίσαι τι τῶν κακῶν σου, ἀλλὰ καὶ ἐπισάξαι τοῖς λεγομένοις ἀπʼ ἐμοῦ. M. οὐδὲν παθέων ἀποκουφίζουσα: οὐδὲν τῶν περιεχόντων σε κακῶν θεραπεύουσα καὶ ἀποκουφίζουσα, ἀλλὰ τοὐναντίον ἐπιτιθεῖσα βάρος ἀγγελίας, τουτέστιν ἕτερα πρὸς οἷς ἔχεις κακοῖς ἀπαγγέλλω κακά. A.M. Ἄλλως. παρεγινόμην δὲ οὐκ ἐλαττοῦσά σου τὰς συμφορὰς, ἀλλὰ μᾶλλον καὶ παραύξουσα διὰ ταύτης τῆς ἀγγελίας. M. καὶ οὐδὲν τῶν παθέων ἀνακωχὴν ἔχουσα. Fl. 33.

107. ἀλλʼ ἀγγελίας: μᾶλλον δὲ μηνύματος φορτίον ἐπιφέρουσα. Fl. 17. διὰ τῆς φήμης. Fl. 59. μηνύσεως. Fl. 6.

ἀραμένα: ἀντὶ τοῦ ἐπιτιθεῖσα μέγα βάρος. γέγραπται δὲ καὶ αἰρομένη, ἤγουν φέρουσα καὶ βαστάζουσα. Baroc. ἀραμένη: ἐπιτιθεῖσα. Fl. 6. 21. 56. 59. 76. ἀλλὰ βάρος μέγα φέρουσα ἀγγελίας. Fl. 33. ἐπιτιθεῖσα, ἤτοι ἕτερα, πρὸς οἷς ἔχεις κακοῖς, ἀπαγγέλλω σοι κακά. Fl. 10. αἰρομένη: κομίζουσα, φέρουσα. γρ. ἀραμένη, ἤγουν ἐπιτιθεῖσα. Gr. προστιθεῖσα, ἐπιτιθεῖσα, φορτίζουσα. Gu.