Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

46. κόρης: τῆς θυγατρός. Fl. 36. 59. 76.

47. φανήσομαι: τὸ ἑξῆς, φανήσομαι γὰρ δούλης ποδῶν πάροιθεν, ὅπως ἂν τάφου τύχω. M. ὀφθήσομαι, εὑρεθήσομαι, ἵνα τύμβου ἐγὼ ὁ ἄθλιος ἐπιτύχω. Fl. 21. ἐπιφανήσομαι, ὡς ἐκ τάφου ἐρχόμενος ὁ πολλὰ ὑπομείνας, ἵνα τύχω δηλονότι ταφῆς. Fl. 33. ὡς τάφου: ἵνα ἐνταφιασμοῦ. Gr.

48. ἐν κλυδωνίῳ: ἐν αἰγιαλῷ μελλούσης ὕδωρ ἀποφέρειν εἰς τὰ λουτρὰ τῆς Πολυξένης. M. κλυδώνιον τὸν αἰγιαλὸν λέγει· ἐν τούτῳ γὰρ τὴν ταραχὴν ἐξερεύγεται ἡ θάλασσα. B. κλυδώνιον τὸ κῦμα τῆς θαλάσσης, ὃ παρὰ τῷ αἰγιαλῷ εὐδίας οὔσης ἐπικλύζεται. B Gu. I.

πάροιθεν: ἤγουν μακρὰν, ἔμπροσθεν ἐν τῷ αἰγιαλῷ τῷ παραθαλασσίῳ. [*](17. γρ.—] Ad τὴν ἐμὴν πολυξένην 21. δυοῖν] V. Lob. ad Phryn. p. 211. v. 40. rettulit librarius in M. 29. V. scholion A. in Praef.)

231
Fl. 21. ἔμπροσθεν τῶν ποδῶν τῆς ἐμῆς μητρὸς, τῆς δούλης γενησομένης ἐν τῷ κλυδωνίῳ, δῆλον ἐπὶ τῇ ἁλώσει τῆς Τροίας. Fl. 33.

49. κάτω: εἰς τὸν Ἅιδην. Fl. 59. σθένοντας: βασιλεύοντας, Πλούτωνα καὶ Περσεφόνην. M. τοὺς δυναμένους κάτω, ἤγουν τοὺς καταχθονίους ἐξῄτησα θεούς. Fl. 21. ἐγὼ τοίνυν ὁ Πολύδωρος τοὺς κάτω βασιλεύοντας, ἤγουν Πλούτωνα καὶ Περσεφόνην, αἰτήσας τάφου ἐπιτυχεῖν καὶ εἰς τὰς χεῖρας τῆς μητρὸς πεσεῖν. Fl. 33. ἐξῃτησάμην: καθικέτευσα. Gr.

50. κυρῆσαι: τυχεῖν. Gr. πεσεῖν: εὑρεθῆναι. Fl. 21.

51. τοὐμόν: τὸ ταφῆς ἀξιωθῆναι παρὰ τῆς μητρός, M. βούλημα. Gr. τὸ ἐμὸν, ἤγουν τὸ τυχεῖν τάφου. Fl. 21. θέλημα. Fl. 59. κἀγὼ ὅσον ἤθελον εὑρεῖν, εἴληφα. Fl. 33.

τυχεῖν: τάφου τυχεῖν. M. τὸ τυχεῖν ἀεὶ γενικῇ συντάσσεται. ἐνταῦθα δὲ τὸ ὅσον οὐ πρὸς τὸ τυχεῖν λέγεται, ἀλλὰ πρὸς τὸ προηγησάμενον τὸ ἐμόν. B. Gu. I.

52. γεραιᾷ: τὸ γεραιᾷ οὐ πρὸς τὸ ἐκποδών ἐστιν, ὡς οἴονταί τινες, ἀντίπτωσιν ποιοῦντες, ἐπειδὴ τὸ ἐκποδών γενικῇ συντάσσεται, ἀλλὰ πρὸς τὸ χωρήσομαι. ὥσπερ γὰρ φαμὲν, ἀφαιρῶ σοι χρήματα, οὐ πρὸς τὸ χρήματα συντάσσοντες τὸ σοί, ὥς τινες τῶν ἀμαθῶν οἴονται, ἀλλὰ πρὸς τὸ ἀφαιρῶ,—τὴν γὰρ ἀφαίρεσιν σοι ποιῶ·—οὕτω καὶ τὸ χωρήσομαι τῇ Ἑκάβῃ ἐκποδών ἀντὶ τοῦ τὴν ὁρμὴν τῆς ἀποστασίας ποιῶ. περᾷ δὲ ὑπὸ τὴν σκηνὴν τοῦ Ἀγαμέμνονος, ἵν᾿ αὐτόθι τῇ Κασάνδρᾳ ἐντύχῃ, ἥτις μαντεύσεται αὐτῇ περὶ τοῦδε τοῦ φαντάσματος. B.I.

ἐκποδών: ἐπίρρημα τοπικόν· μακρὰν δηλονότι. Fl. 21. τῇ δὲ γεραιῷ μητρὶ ἐκποδὼν διαχωρισθήσομαι. Fl. 33. χωρήσομαι: ἀναχωρήσω, ἀπέλθω. Fl. 21. 56. 76. ἀντὶ τοῦ ὑποχωρήσω. Gr.

53. περᾷ: ὁρᾷ γὰρ Ἑκάβην προϊοῦσαν ἐκ τῆς σκηνῆς τοῦ Ἀγαμέμνονος καί φησι, μὴ βούλομαι φανῆναι αὐτῇ, ἵνα μὴ ἐκφοβηθῇ τὸ εἴδωλον ὁρῶσα τοῦ παιδὸς τοῦ δοκοῦντος σώζεσθαι. M. περᾷ γὰρ ἥδ᾿ ὑπὸ σκηνῆς πόδα Ἀγαμέμνονος: εἰ κατὰ τὸν Εὐριπίδην ἴδιαι γυναικῶν αἰχμαλώτων στέγαι ἦσαν, πῶς ἐκ τῆς σκηνῆς Ἀγαμέμνονος [*](21. σοι om. I. ib. οὕτω καὶ τὸ] οὕτως τὸ B.)

232
ἐξῄει ἡ Ἑκάβη, πῶς δὲ καὶ ἐκείνας ἐξιοῦσα ἐξ . . το λόγον “ποῦ ποτε Κασάνδραν ἐσίδω, Τρῳάδες,” τῆς Κασάνδρας τῷ Ἀγαμέμνονι συνοικούσης; νοητέον δὲ τὴν Ἑκάβην τῷ φάσματι ταραχθεῖσαν προελθεῖν ἐκ τῆς σκηνῆς τῶν αἰχμαλωτίδων, εἰσελθεῖν δὲ εἰς τὴν σκηνὴν Ἀγαμέμνονος εἰς ζήτησιν τῆς Κασάνδρας, ἵνα αὐτῇ κρίνῃ τὸν ὄνειρον, καὶ μὴ εὑροῦσαν αὐτὴν διὰ τὸ ἴσως τὴν κόρην μετὰ τὴν κοίτην τοῦ Ἀγαμέμνονος καθαρμοῦ χάριν ἕωθεν εἰς τὴν θάλασσαν ἀπολυμηναμένην πάλιν ἐξελθεῖν τὴν Ἑκάβην τῆς βασιλικῆς σκηνῆς· ἣν ἰδὼν ὁ Πολύδωρος ἔφη “περᾷ γὰρ ἥδ᾿ ὑπὸ σκηνῆς πόδα Ἀγαμέμνονος.” A.M.

περᾷ: ἐκβαίνει ἡ Ἑκάβη. Fl. 21. συνεκδοχή ἐστι περᾷ τὸν πόδα. Fl. 21. ἀπέρχεται γὰρ καὶ αὕτη καὶ τὸν πόδα κινεῖ πρὸς τὴν τοῦ Ἀγαμέμνονος σκηνήν. Fl. 33.

54. φάντασμα: τὸν ὄνειρον. ἐμόν: ἤγουν ὅπερ εἶδε περὶ ἐμοῦ. Gr. δειμαίνουσ᾿: φοβουμένη τὴν ἐμὴν φαντασίαν. καὶ γὰρ κατ᾿ ὄναρ ἐκείνῃ ὤφθη. Fl. 21. τὸ ἐμὸν φάντασμα φοβοῦσα, δειλιῶσα. Fl. 33.

55. φεῦ: θαυμαστικόν. Fl. 17. βαβαὶ, ὦ μῆτερ, ἢ φεῦγε, ὦ μῆτερ, ἐκ τῶν βασιλικῶν οἴκων. Fl. 33. ἥτις: σὺ οὖσα. Fl. 21. ἐκ τυραννικῶν δόμων: ἤγουν μετὰ βασιλικοὺς οἴκους. Gr.

56. δούλειον: δουλικὴν ἡμέραν ἔγνως. Fl. 21. δουλοσύνης ἡμέραν ὑπέστης καὶ κακῶς πράττεις. Fl. 33. ὡς: λίαν δυστυχήσεις.  Fl. 21. λίαν ἐν δυστυχίᾳ ἐξετάζῃ. M. πράσσεις: διάκεισαι. πράσσεις κακῶς: ἀντὶ τοῦ δυστυχεῖς. B. Fl. 56. 59. 76. Gr.

57. ὅσονπερ: ὅσον, ὁπόσον εὗ ποτε πρότερον ἔπραττες, νῦν κακῶς πράσσεις. Fl. 21.

ἀντισηκώσας: ἀντισταθμήσας. Gr. ἀνακουφίσας σέ τις θεῶν. Fl. 21. ἀναμετρήσας. Fl. 2. 6. ὅσον ποτὲ εὖ καὶ καλῶς εἶχες. νῦν δὲ δυστυχίαν ὑπομένεις. τίς ἐκ τῶν θεῶν τῆς προτέρας ἡμῶν εὐπραξίας διέφθειρε καὶ ἠφάνισεν. Fl. 33.

58. φθείρει: ἤγουν ἔβλαψεν, ἔσφαλεν. Gr. φθείρειν τὸ ἀφανίζειν καὶ τὸ βλάπτειν· καθὸ λέγεται ἐφθάρθαι τὰ δικαστήρια. B. [*](1. ποῦ ποτε—] V. 88. 10. ἐκβαίνει] ἐκβάλει (sic) Fl. 21. 7. ἀπολυμηναμένην] ἀπο . . . λυμ . . . M. 30. φθείρειν—καὶ τὸ βλάπτειν] φθείρειν De Scholiis A. v. Praefat. γὰρ—καὶ βλάπτειν Gu.)

233
Gu. I. ἔβλαψεν. Fl. 17. 34. 56. 59. 76. εὐπραξίας: εὐπραγίας. Fl. 56. 59. 76. Gr. εὐτυχίας. Gr.

59—100. Παράφρασις. ὦ παῖδες, ὦ δοῦλαι, ἄγετε τὴν γραῦν, ἐμὲ δηλονότι, πρὸ τῶν δόμων, ἤτοι ἔξω τῶν οἴκων ἄγετε, ὦ Τρῳάδες, ὀρθοῦσαι, ἀντὶ τοῦ ἀνορθοῦσαι καὶ ἀναβαστάζουσαι, τὴν ὁμόδουλον ὑμῖν νῦν, πρόσθεν δὲ καὶ πρότερον ἄνασσαν. λάβετε, ὡς γραῦν δηλονότι, φέρετε, ὡς ἄψυχον τρόπον τινὰ, πέμπετε, ἀντὶ τοῦ παραπέμ- πετε, ὡς ἄνασσαν δηλονότι, ἀείρετε, ἀντὶ τοῦ αἴρετε καὶ ἀνακουφίζετε, τὸ δέμας ἐμοῦ, προσλαζύμεναι, ἤτοι λαμβανόμεναι καὶ ἐχόμεναι, τῆς γεραιᾶς χειρὸς, ἐμοῦ δηλονότι. καὶ ἐγὼ ἐρειδομένη καὶ στηριζομένη διὰ τῆς χειρὸς σκίμπωνι σκολιῷ, ἤτοι ῥάβδῳ ἐπικαμπεῖ καὶ βακτηρίᾳ ἐπερειστικῇ, σπεύσω, προτιθεῖσα καὶ ποιοῦσα ἤλυσιν καὶ πορείαν τῶν ἄρθρων, καὶ τῶν ἁρμονιῶν, ἤτοι τῶν ποδῶν, βραδύπουν καὶ ἀργήν. ὦ στεροπὰ καὶ ἀστραπὴ Διὸς, ἀντὶ τοῦ ὦ ἡμέρα, ὦ νὺξ σκοτία καὶ σκοτεινὴ, τί ποτε, ἀντὶ τοῦ διὰ τί ἄρα, αἴρομαι καὶ μετεωρίζομαι ἔννυχος καὶ νυκτερινὴ ἐν δείμασι, καὶ ἐν φόβοις, ἐν φάσμασι, καὶ φαντάσμασιν. χθὼν πότνια καὶ σεβασμία, μῆτερ τῶν ὀνείρων τῶν μελανοπτερύγων καὶ ἀφανῶν, ἀποπέμπομαι καὶ ἀποδιώκω τὴν νυκτερινὴν ὄψιν (λέγει δὲ τὸ ὄναρ,) ἣν εἶδον διὰ τῶν ὀνείρων περὶ τοῦ παιδὸς, ἤγουν ἕνεκα τοῦ παιδὸς, τοῦ φυλαττομένου κατὰ τὴν Θρᾴκην, καὶ περὶ τῆς Πολυξένης, τῆς προσφιλοῦς θυγατρός. εἶδον γὰρ ὄψιν φοβερὰν, ἤτοι φόβου ποιητικὴν, ἔμαθον, ἐδάην, ἀκριβῶς ἔγνων. ὦ θεοὶ χθόνιοι, ἀντὶ τοῦ καταχθόνιοι ἢ ἐγχώριοι, σώσατε τὸν ἐμὸν παῖδα, ἤγουν τὸν Πολύδωρον, ὃς ἄγκυρά τε ὢν μόνος, ἤτοι στήριγμα, καὶ φύλαξ τῶν ἐμῶν οἴκων, κατοικεῖ τὴν δυσχείμερον Θρᾴκην, ἐν ἐπιτηρήσεσι τοῦ φίλου τοῦ πατρῴου καὶ πατρικοῦ, ἤτοι τοῦ Πολυμήστορος. ἔσται καὶ γενήσεταί τι παράδοξον, ἡμῖν δηλονότι. ἥξει τι μέλος γοερὸν, καὶ θρηνῶδες, ταῖς γοεραῖς, ἡμῖν δηλονότι. οὔποτε, ἀντὶ τοῦ οὐδέποτε, ἡ ἐμὴ γνῶσις οὕτως, ὑπῆρξε δηλονότι, ἄφυκτος φρίσσει, ταρβεῖ. ποῦ ἄρα θεάσομαι, ὦ Τρῳάδες, τὴν θείαν ψυχὴν τοῦ Ἑλένου, περιφραστικῶς ἀντὶ τοῦ τὸν Ἕλενον, ἢ τῆς Κασάνδρας, ἵνα διακρίνωσιν ἐμοὶ τοὺς ὀνείρους; εἶδον γὰρ ἔλαφον κατάστικτον, καὶ ταχεῖαν, σφαζομένην ἐν ὄνυχι λύκου αἱματηρᾷ, ἀποσπασθεῖσαν τῶν ἐμῶν γονάτων, ἀφαιρεθεῖσαν σὺν ἀνάγκῃ καὶ βίᾳ οἰκτρῶς, καὶ ἐλεεινῶς. καὶ [*](13. ἁρμονιῶν Matth. ἁρμονικῶν I. Conf. p. 236, 12.)

234
τόδε, καὶ τοῦτο, λέγω τὸ φάντασμα τοῦ Ἀχιλλέως, ὑπὲρ τῆς ἄκρας κορυφῆς τοῦ τύμβου, δεῖμα καὶ φόβος ἦλθεν ἐμοί. I.

59. ἐγερθεῖσα ἡ Ἑκάβη τεταραγμένη ἀπὸ τοῦ ὀνείρου ταῦτά φησιν. Gu. προϊοῦσα ἡ Ἑκάβη ἀπὸ τῆς σκηνῆς Ἀγαμέμνονος ταῦτά φησι χειραγωγουμένη ὑπὸ τῶν Τρῳάδων διὰ τὸ ἀδυνάτως βαδίζειν ὑπό τε τῆς δυστυχίας καταπονηθεῖσα καὶ τοῦ γήρως. A.M. Fl. 33. ἄγετε: ἐπιρρηματικῶς, κομίσατε. Fl. 21. φέρετε. Fl.

56. ἐκβάλλετε. Fl. 59. παῖδες: παιδίσκαι. Fl. 56. γραῦν: τὴν ἀσθενῆ. Fl. 56. πρὸ δόμων: ἤγουν ἔξω τῶν σκηνῶν. Fl. 21. ἤγουν ἔξω τοῦ δόμου τοῦ ἐμοῦ καὶ ἔμπροσθεν τῶν δόμων τοῦ Ἀγαμέμνονος. Fl. 59.

60. ὀρθοῦσαι: ὑψοῦσαι, ὑπερείδουσαι. Fl. 21. ἤγουν ἐπὶ τῶν ποδῶν ἱστᾶσαι. Fl. 17. κουφίζουσαι. Fl. 59. ἀντὶ τοῦ ἀνορθοῦσαι. Gr.

ὁμόδουλον: τὴν μεθ᾿ ὑμῶν δοῦλον οὖσαν. Fl. 21. νῦν ὑποστηρίζεσθε τὴν ὁμόδουλον ὑμῖν, τὴν ἔμπροσθεν δὲ βασίλισσαν. Fl. 33. ἐμὲ δηλονότι, τὴν ποτὲ μὲν δέσποιναν οὖσαν, νῦν δὲ διὰ τὴν αἰχμαλωσίαν ὁμόδουλον ὑμῖν. λέγει γὰρ ταῦτα πρὸς τὰς ἀπὸ τῆς Τροίας αἰχμαλώτους γυναῖκας. Gr.

61. Τρῳάδες: παῖδες ἐκ τῆς Τροίας. Fl. 21. ὦ γυναῖκες. Fl. 56. πρόσθε: πρότερον δὲ οὖσαν ἄνασσαν ὑμῖν, ἤγουν βασίλισσαν. Fl. 21. καὶ πρότερον δέσποιναν. Fl. 17. πρότερον οὖσαν δέσποιναν ὑμῶν. Fl. 59.

62. λάβετε: κρατήσατέ με. Fl. 56. 59. Gr. φέρετε: βαστάζετε. Fl. 56. 59. Gr. πέμπετ᾿: ἤγουν ἀποπέμπετε, ἔξω φέρετε. Fl. 21. ὁδοποιήσατε. Fl. 6. ὁδηγεῖτε. Fl. 59. ἀείρατε: ἤγουν αἴρετε, ὑψώσατε, ἀναβαστάζετε. Fl. 6. 59. ἀείρετέ μου: λείπει τὸ σῶμα, ἐπαίρετέ μου τὸ σῶμα τῆς χειρὸς λαβόμεναι. Ἄλλως. ἄγετέ μου τὸ σῶμα τῆς χειρὸς λαβόμεναι, καὶ ἐγὼ τῷ βάκτρῳ διὰ τῆς χειρὸς ἐπαιρομένη τῷ οὐκ ὀρθῷ, ἀλλ᾿ ἐπικαμπεῖ πορεύσομαι. A. πέμπετ᾿, ἀείρετε: ἀνακουφίσατε. λείπει τὸ σῶμα. [*](2. ἤλθεν ἐμοί] His addidit King.: 4. Ἀγαμέμνονος om. Fl. 33. Idem ἐζήτει δὲ, ὥσπερ δῶρον, τινὰ ἀπὸ τῶν τῶν τρωάδων δουλίων διὰ—ὑπὸ τοῦ γήρως πολυπαθῶν Τρωϊάδων. ἀπ᾿ ἐμῆς οὖν, ἀπ᾿ καὶ τῆς δυστυχίας.. ἐμῆς τῆς θυγατρὸς τοῦτο ἀποδιώξειε, ὦ 12. ὑπερείδουσαι] ὑπερέουσαι Fl. 21. δαίμονες, παρακαλῶ, fortasse ex Bar. ὑπηρετοῦσαι Matth.)

235
Gr. δέμας: σῶμα. Fl. 17. 59. ἐπιλάβετε καὶ ἐπάρατε, κουφίσατέ μου τῆς ἀδυναμίας. Fl. 33. τὸ σῶμα ἐπαιρόμενον, τὸ σῶμα τῆς χειρὸς λαβομεναι. M.

64. γεραιᾶς χειρός: ἤγουν διὰ τῆς χειρὸς ἐμοῦ τῆς γεραιᾶς λαμβανόμεναι, ἐχόμεναι, ἁπτόμεναι. Fl. 6. 21. Gr. τὴν χεῖρα ἐμὴν τὴν γεραιάν. Fl. 17. χείρ, χειρὸς ἢ χερὸς Αἰολικῶς. Gu. προσλαζύμεναι: ἔστι καὶ λάζυμαι καὶ λάζομαι, τὸ λαμβάνω, τὸ μὲν ἀπὸ τοῦ λάζυμι, τὸ δὲ ἀπὸ τοῦ λάζω. τὸ δὲ λάζω δύο σημαίνει, τὸ λαμβάνω καὶ τὸ ὑβρίζω. καὶ τὸ μὲν λαμβάνω γίνεται ἀπὸ τοῦ ἔλω τὸ λαμβάνω, καὶ τοῦ ἄγω ἄξω, ὃ δηλοῖ τὸ φέρω, καὶ τροπῇ τοῦ διπλοῦ εἰς διπλοῦν, ἑλάζω καὶ λάζω. τὸ δὲ ὑβρίζω ἀπὸ τοῦ ἐπιτατικοῦ μορίου καὶ τοῦ ξέω· ἔστι δὲ Αἰολικόν. ἀπὸ γοῦν τοῦ λάζομαι παθητικοῦ, τοῦ δηλοῦντος τὸ λαμβάνω, γίνεται τὸ λαζοίατο παρὰ τῷ ποιητῇ, οἷον “ὀδὰξ λαζοίατο γαῖαν,” καὶ δῆλον ἐντεῦθεν ὅτι διφορεῖται κατὰ τὴν σύνταξιν. I. ὑψούμεναι. Fl. 21. προσλαβόμεναι, Αἰολικῶς ἔτρεψε τὸ β εἰς ζ, τὸ δὲ ο εἰς υ. Fl. 25. 6. λήβω, ὁ μέλλων λήψω, καὶ ἐξ αὐτοῦ ἄλλο ῥῆμα λαβάζω, καὶ κατὰ συγκοπὴν λάζω, λάξω, τὸ λαμβάνω. Fl. 6. 25.