Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

150. λιταί: αἱ παρακλήσεις αἱ εἰς τοὺς θεούς. Fl. 17. 56. 59. αἱ ἱκεσίαι. Fl. 21. ὅπως αἱ σαὶ λιταὶ διακωλύσουσι τὴν σφαγὴν τῆς σῆς θυγατρός. Fl. 33. διακωλύσουσ᾿: ἐὰν ποιήσῃς ὅπερ λέγω. Fl. 59.

ἢ γὰρ διακωλύσουσι καὶ ἐμποδίσουσί σε αἱ παρακλήσεις τοῦ εἶναί σε ὀρφανὴν τῆς ἀθλίας παιδὸς, ἢ ἀπόκειταί σοι θεάσασθαι τὴν παρθένον θυγατέρα προπετῆ καὶ ἔμπροσθεν κειμένην τοῦ τάφου τοῦ Ἀχιλλέως καὶ φοινισσομένην καὶ βαπτομένην ἐν νασμῷ καὶ ῥεύσει μελαναυγεῖ καὶ σκοτεινῷ τοῦ αἵματος τοῦ ἐκ τῆς χρυσοφόρου δειρῆς, ἤγουν τοῦ χρυσᾶ φοροῦντός ποτε τραχήλου. Gu.

151. ὀρφανόν: ἔρημον, ὡς “κλυτὸς Ἱπποδάμεια.” M. στερουμένην. M. ἀντὶ τοῦ ὀρφανὴν, Ἀττικῶς, ὡς καὶ Ἀριστοφάνης “οὐ μὴν ἐρῶ γʼ ὡς ἀργὸς ἦν.” οὐ χρὴ τοίνυν ὀρφανάν γράφειν, ὡς ἔν τισιν εὕρηται· οὐ γὰρ ἁρμόζει τῷ μέτρῳ. I.

ὀρφανόν: κατὰ τοὺς παλαιοὺς ὀρφανὸς ἐλέγετο καὶ πατὴρ ἐπὶ στερήσει παιδὸς, καὶ οἶκος ὀρφανὸς ἐπὶ στερήσει οἰκήτορος· παῤ ἡμῖν ὀρφανὸς ἐπὶ στερήσει γονέων, ὅθεν καὶ ὀρφανικὰ χρήματα τὰ εἰς παρακαταθήκην τιθέμενα ἀτελῆ ὄντος τοῦ παιδός. Gr.

μελέας: ματαίας. M.

152. ἤ: ἢ δεῖ σʼ ἐπιδεῖν τὴν παρθένον ἐγγὺς τοῦ τύμβου κειμένην ἐκ χρυσοφόρου δειρῆς φοινισσομένην νασμῷ μελαναυγεῖ, ὅ ἐστι τῇ ῥύσει τοῦ αἵματος. A.M. ἀπόκειται θεάσασθαι. Gr. τὴν θυγατέρα. Gu. τὸ ἤ διαλυτικόν ἐστιν ἀντὶ τοῦ εἰ δὲ μή. Fl. 21. προπετῆ: προνενευκυῖαν. M. προκειμένην. I. προνενευμένην. Fl. 21. φανερῶς κειμένην. Gr. ἔμπροσθεν κειμένην. Gu.

153. φοινισσομένην: ᾑματωμένην. Fl. 59. ἐπὶ τὸν τάφον πορευομένην αἵματι φοινισσομένην. Fl. 33. ἤγουν βαπτομένην. Gr. μολυνομένην. Gu.

[*](16. κλυτὸς Ἱπποδάμεια] Hom. Il. 17. Ἀριστοφάνη.] Nub. 53. Annotatio 2. 742 est Triclinii.)
259

154. χρυσοφόρου: τῆς ποτε χρυσοφόρου δειρῆς, ὡς τὸ “ἐϋμμελίω Πριάμοιο.” M. Fl. 21. ἤτοι ἐκ τραχήλου φέροντος κόσμια χρύσεα. οἱ παλαιοὶ γὰρ, ὅταν ἔμελλον σφαγιάσαι τινὰ γυναῖκα ἐπὶ τάφῳ τινὸς, ἐκόσμουν αὐτὴν διὰ χρυσέων κόσμων ὥσπερ νύμφην. A. τὴν νεάνιδα δεδεμένην ἐκ τῆς ποτε χρυσοκοσμημένης. Fl. 33.

155. δειρῆς: τοῦ τραχήλου. Fl. 6. 21. 56. 59. Gu. δειρὴ τὸ ἔμπροσθεν τοῦ τραχήλου. λέγεται δὲ κυρίως ἐπὶ τῶν ἀλόγων ζώων διὰ τὸ ἐκεῖθεν ἐκδέρεσθαι. Gr. νασμῷ: ῥεύματι. I. χύσει αἵματος μελανιεῖ. Fl. 57. τῇ ῥύσει τοῦ μέλανος αἵματος. M. Fl. 10. 21. ἤγουν μέλαιναν ὄψιν ἔχοντι. Gr. μέλανι, σκοτεινῷ. τὸ ἐρυθρὸν μᾶλλον πλησιάζει τῷ μέλανι ἢ ἄλλῳ ὁτῳοῦν χρώματι. Gu.

155.—162. Παράφρασις. οἲ ἐγὼ μελέα: φεῦ μελέα εἰμὶ ἐγὼ δηλονότι, τί ἄρα βοήσω; ποίαν κραυγὴν, ποῖον θρῆνον; δειλαία εἰμὶ δηλονότι ἕνεκα τοῦ ἀθλίου γήρως, ἕνεκα τῆς δουλείας τῆς οὐ φορητῆς. ὤμοι μοι, τίς βοηθήσει ἐμοί; ποῖον τέκνον, ποία πόλις; ἀφανὴς ὁ Πρίαμος, ἀφανεῖς οἱ παῖδες. I.

οἲ ἐγὼ μελέα: φεῦ. οἴμοι καὶ οἲ ἐμοί κοινὸν, οἲ ἐγώ μετʼ εὐθείας ποιητικόν. ταῦτα λέγουσιν ἄνθρωποι δυσφοροῦντες, ὅτι πλῆθος κακῶν ἔχουσιν. Gr. οἴ: φεῦ μοι. Fl. 21. μελέα: ἀθλία. Fl. 6. 17. 21. 56. 59. 76. ἀπύσω: εἴπω. Fl. 59. φρονήσω. Fl. 21. οὐαί μοι τῆς ἀθλίας, καὶ τί δὴ βοήσω. Fl. 33. ἤγουν βοήσω. Gr. φωνήσω, πρὸς τὸ παρὸν ἄκουσμα. Gu.

156. ἠχώ: ἀντὶ τοῦ βοήν: τινὲς δὲ περισπῶσι τὸ ἀχῶ, ἵνʼ ᾖ ὁποίαν ἠχήσω βοήν. M. ἀχώ: θλίψιν. Fl. 59. φωνήν. Fl. 17. βοήν. Fl. 6. 21. τραγῳδίαν. Fl. 56. ἢ περισπωμένως, ἀχῶ. Fl. ὀδυρμόν: κλαυθμόν. Fl. 17. ποίαν ἠχὴν ἤγουν βοὴν καὶ ποῖον κλαυθμόν. Fl. 33. ἤγουν θρῆνον. Gr.

157. δειλαία δειλαίου: λείπει τὸ ἕνεκα. ἐγὼ ἀθλία εἰμὶ ἕνεκα τοῦ δυστυχοῦς γήρως. M. ἀθλία εἰμὶ ἀθλίου ἕνεκα. Fl. 6. 21. 56. 59. 76. ἀθλία εἰμὶ ἕνεκεν τοῦ δυστυχοῦς καὶ ἀθλίου γήρως. Fl. 17. ἡ ἄθλιος καὶ ταλαίπωρος τοῦ δυστυχουμένου καὶ ταλαιπώρου μου γήρως. Fl. 33.

158. τλατᾶς: φεῦ τῆς δουλείας ταύτης τῆς οὐ τλητῆς οὐδὲ φορητῆς. καρτερικῆς, οὐ φορητῆς. M. τῆς ἀνυποίστου, τῆς οὐχ [*](1. ἐϋμμελία Πριάμοιο] Hom. Il. 4, 165.)

260
ὑπομονητῆς. Fl. 6. 17. 56. 59. 76. Gr. ἕνεκα τῆς ἀπίστου. Fl. 21. καὶ δουλοσίνης τῆς ἀνυπομονήτου καὶ ὑπερηφάνου ποτέ. Fl. 33.

159. οὐ φερτᾶς: οὐ φορητῆς. ποιητικὸν φερτὸν, κοινὸν φορητόν. φορυτὸς δὲ ὁ συρφετὸς, ἤγουν ἡ πολλὴ ἀχρεία εἰς ἓν συνηγμένη. Gr.

160. ἀμύνῃ: ἤγουν βοηθήσῃ. Fl. 6. 21. 56. 59. 76. ἀμύνει: ἤγουν βοηθήσει. Gr. βοηθεῖ. Gu. ἀμύνω τὸ ἐκδικῶ καὶ βοηθῶ δοτικῇ, ἀμύνομαι τὸν ἐχθρόν μου ἀντὶ τοῦ κολάζω, ἀεὶ αἰτιατικῇ. ἐκ τούτου λέγεται καὶ ἄμυνα ἐπὶ θηλυκοῦ, καὶ ἀμυντήρια ὅπλα, οἷον ξίφος ἢ δόρυ ἢ τόξον ἢ ἄλλο τι τοιοῦτον. διʼ οὗ ἀναστέλλομεν μηκόθεν τὸν πολέμιον. Gr. μετὰ ὁριστικοῦ καὶ εὐκτικοῦ τὸ τίς καλόν ἐστι. Gu.

ποία γέννα: τῶν τέκνων. Fl. 17. καὶ γὰρ καὶ τὰ πεντήκοντα φροῦδά εἰσιν. Fl. 21. τίς βοηθήσει μοι ἢ τίς ἀνταμείψεται τοὺς ἠδικηκότας; ποία γενεά. Fl. 33. ἤγουν ποῖον τέκνον. γέννα ἡ ἐκ τῆς μήτρας ἔκπτωσις τοῦ ἐμβρύου καὶ τὸ γεννηθέν. οὕτω καὶ τόκος. Gr. ποία δὲ πόλις: ἀμύνῃ μοι δηλονότι. Fl. 17. 21.

162. φροῦδος: ἀφανὴς, πρὸ ὁδοῦ. Fl. 6. 21. 5. 59. 76. Gr. πρέσβυς: ὁ γέρων ὁ Πρίαμος. Fl. 17. ἄφαντα, ἀβέβαια τὰ ἐμὰ πάντα, ἀφανὴς ὁ ἀνὴρ, ἤγουν ὁ Πρίαμος, οἱ παῖδες. Fl. 33.

163.—177. ποίαν, ὁδὸν δηλονότι, πορευθῶ; ἢ ταύτην ἢ ἐκείνην: ποῖ δὲ ἥσω καὶ ὁρμήσω; ποῦ τις ἀπὸ τῶν θεῶν ἢ ἀπὸ τῶν δαιμόνων ἔσταιβοηθός; ὦ Τρῳάδες, αἱ ἀπαγγείλασαι κακὰ, ὦ Τρῳάδες, αἱ ἐνεγκοῦσαι κακὰ πήματα, ὠλέσατε καὶ ἐφθείρατε ἐμὲ δηλονότι· οὐδαμῶς ἐστι μοι ἐν τῷ φωτὶ βίος θαυμαστός. ὦ τλῆμον ποὺς, ὁδηγὸς γενοῦ ἐμοὶ τῇ γραίᾳ πρὸς τὴν τῶν αἰχμαλώτων σκηνήν. ὦ τέκνον, ὦ παῖ μητρὸς ἀθλιωτάτης, ἔξελθε ἀπὸ τῶν οἴκων, ἄκουε, ὦ τέκνον, τὴν φωνὴν τῆς σῆς μητρὸς, ἵνα ἀκούσῃς οἵαν ἀγγελίαν ἀκούω περὶ τῆς σῆς ψυχῆς, ἕνεκα τῆς σῆς ζωῆς. I.

ποίαν: ποίαν ὁδὸν βοηθείας παραγίνομαι. M. τοῦτο λέγει ἀποροῦσα τί ποιήσει, καὶ τίνα θεῶν βοηθὸν πρὸς τὰ παρόντα ἐπικαλέσεται. Gu. I. οὕτω δὲ χρὴ γράφειν ταῦτα τὰ κῶλα καὶ τὰ ἑξῆς [*](30. τοῦτο] τοῦτο δὲ Gr clinii, quod continuatur verbis τὸ 31. θεῶν om. I. δὲ ἔστʼ etc. 32. οὕτω—ὀρθῶς] Scholion Tri-)

261
ὡς διωρθώθη παῤ ἡμῶν, ἵνʼ ἔχῃ πρὸς τὸ μέτρον ὀρθῶς. I. ποίαν: εἰς ποίαν βοήθειαν παραγενήσομαι. Fl. 33. ὁδὸν δηλονότι. τοῦτο λέγουσιν ἐξαπορούμενοι καὶ ἐν ἀφύκτοις ὄντες πράγμασιν ἄνθρωποι. Gr.

164. στείχω: ὁδεύσω. Fl. 17. βαδίσω. Fl. 59. ἤγουν πορευθῶ. Gr. πορεύσομαι, ἐνεστὼς ἀντὶ τοῦ μέλλοντος. Gu. ἰστέον ὅτι ὑποτακτικὸς ἐνεστὼς μέλλοντος καὶ ἐνεστῶτος σημασίαν ἔχει· τὸ στείχω γὰρ ἐνεστὼς ὢν ἐνταῦθα μέλλοντα ἐμφαίνει· ὁ δὲ παρακείμενος καὶ ἀόριστος μέλλοντα μόνον. Gu.

ἤσω: ὁρμήσω. ἴημι, τὸ ὁρμῶ καὶ πορεύομαι, ὁ μέλλων ἤσω, καὶ ψιλοῦται, ἵημι δὲ τὸ πέμπω δασύνεται. I. ἤσω: εἰς ποίαν βοήθειαν ὁρμήσω. M. Fl. 21. ποῦ πέμψω, ἤγουν εἰς τίνα ἄνθρωπον, πέμψω ὥστε βοηθῆσαί με. Fl. 59. ποῦ ἔλθω· πότε τις ἐκ τῶν θεῶν βοηθήσει μοι. Fl. 33. ἥσω, ἤγουν πορευθῶ ὁρμήσω. Gr. ἴημι, ἥσω. Gu.

165. θεῶν ἢ δαιμόνων: θεοὺς ὑψηλότερόν τι τάγμα ἡγοῦντο τῶν δαιμόνων· ὃν γὰρ λόγον ἔχουσιν οἱ ἥρωες πρὸς τοὺς λοιποὺς ἀνθρώπους, ὑψηλότεροί τινες δοκοῦντες καὶ ὑπερέχοντες, τὸν αὐτὸν λόγον καὶ οἱ θεοὶ πρὸς τοὺς δαίμονας, ὑψηλότεροί τινες δοκοῦντες τούτων εἶναι. λέγονται δὲ καταχρηστικῶς θεοὶ καὶ οἱ δαίμονες. I. τοῦτο διὰ τὸν Δία λέγει· οὗτος γὰρ μόνος οὐ λέγεται δαίμων, ἀλλὰ θεός· οἱ δὲ ἕτεροι καὶ θεοὶ καὶ δαίμονες. Gr.

τὸ δὲ ἔστʼ ἐπαρωγός δύναται καὶ ἀντὶ τοῦ ἔστιν εἶναι καὶ ἀντὶ τοῦ ἔσται· ἡ γὰρ ἀπόστροφος, ὡς φασὶ, καὶ ἀντὶ δύο τίθεται φωνηέντων, ὡς τὸ “βούλοιʼ ἐγώ,” καὶ ἀνθʼ ἑνὸς, οἷον “τοῦτʼ ἔστιν.” I. ἐπαρωγός. ἤγουν βοηθὸς ἔσται δηλονότι. Gr.

166. κακά: δεινά. Fl. 17. ἐνεγκοῦσαι: ὑπομένουσαι. Fl. 17. ἤγουν διακομίσασαι. Gr, Fl. 76. ἀπαγγείλασαι, ἢ ὑπομείνασαι καὶ παθοῦσαι. Fl. 10. ἤνεγκα ἀντὶ τοῦ ἐκόμισα καὶ ἤνεγκα ἀντὶ τοῦ ὑπέμεινα. Gr. Τρῳάδες: Τρὼς, ὃ κλίνεται Τρωὸς, καὶ Τρωαὶ γυναῖκες, αἳ καὶ Τρῳάδες λέγονται καὶ Τρωϊάδες ποιητικῶς. I.

Τρῳάδες: κόραι δηλονότι. Fl. 17. ὦ κακὰ πήματα καὶ βλάβας ἀπαγγείλασαί μοι, Τρωϊκαὶ γυναῖκες. Fl. 33.

167. πήματα: βλάβας. Gr. Fl. 17. 21. 56. 59.

168. ὠλέσατ’: ἀπώλεσα ἀντὶ τοῦ ἔφθειρα καὶ ἀντὶ τοῦ κοινῶς [*](11. ὁρμήσω ante εἰς ποίαν Fl. 21.)

262
ἐχάωσα. Fl. 6. 21. 56. 59. 76. Gu. οὐκέτι: εἰς τὸ ἑξῆς. Fl. 59. βίος: ἤγουν διαγωγή. Fl. 59. οὐδʼ ἔτι μοι: οὐδʼ ἔτι μοι φορητὸς ἢ θαυμαστὸς καὶ ἀποδεκτὸς ὁ βίος ἐν τῇ ζωῇ γενήσεται, ἀλλʼ ἐκ τῶν ἐναντίων ἐπαχθής. A.M.

169. ἀγαστός: θαυμαστὸς, ἤγουν οὐκέτι μοι τὸ ζῆν περισπούδαστον. Fl. 6. Gu. θαυμαστὸς, ποθητὸς, ἀλλʼ ἐκ τῶν ἐναντίων. M. Fl. 21. ἤγουν θαυμαστός. Gr. ποθητὸς, ἀποδεκτὸς, ζηλωτός. Gu. φάει: ἡμέρᾳ. Fl. 17. καὶ τῷ φωτὶ, τῇ ζωῇ. Fl. 21. 59. καὶ ἀμφότερα μικρὰ γράφει ὁ κύριος Μάξιμος. οὐκ εἰς τὸ μετὰ ταῦτα ὁ βίος καὶ ἡ διαγωγὴ ὁ ἐν τῷ φάει καὶ τῷ φωτὶ ἤγουν τῇ ζωῇ ἀγαστὸς καὶ ποθεινὸς, ἤγουν οὐ θέλω ζῆν, ἀλλὰ θανεῖν. l. 59. οὐδαμῶς μοι ὁ βίος θαυμαστὸς καὶ φωτοφανὴς, ἀλλʼ ἐπαχθὴς καὶ ἀπολεσμένος. Fl. 33. ἐν φάεν: φωτί. Gr. ἐν τῇ ἡμέρᾳ. Gu.