Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

716. —720. Ἡ ε΄ αὕτη στροφὴ κώλων ἐστὶν ἕξ. τὸ α΄ παιωνικὸν [*](4. παίωνος δ΄ King. παίωνος δὲ I. scriptus legitur. Kingius, qui scholion 7. μέτρου ἔχωμεν Barn. μέτρον ἔχομεν I. totum ex cod. se correxisse ait, pro τὸ Ϛ΄ ἀναπαιστικὸν ἑφθημιμερὲς scripsit χομεν I. 16. ὑπερκατάληκτον King. ἑφθημιμερές τὸ Ϛ΄ τροχαϊκὸν ἰθυφαλλικόν, εἰσεῖδον (nam sic codices) in εἶδον mutato, I. ib. τό γ΄] Versum dicit ὀμμάτων ita ut quintus versus esset ἐμῶν ὄψιν, non offensus syllaba ante μελανόπτερον, ἃν εἶδον, sextus ἀμφὶ σʼ, catalexin longa, quae brevis esse ὦ τέκνον, οὐκέτ᾿ · deberet. Nihilo peritius verba 23. ἐκ παίωνος α΄ King. pro ἐκ proxima οὔ με παρέβα φάσμα pro παίωνος δ΄. Metri dochmiaci ignarus versu ithyphallico habet. Triclinius Θρηΐκιος legit ut est in 18. τὸ Ϛ΄—δακτύλου Haec non codicibus, quum Θρῄκιος scribere conveniunt versui ut nunc in libris deberet.)

213
ἡμιόλιον, ἐκ παίωνος α΄ καὶ σπονδείου. τὸ β΄ χοριαμβικὸν ἡμιόλιον καθαρόν. τὸ γ΄ ὅμοιον τῷ α΄ ἐκ παίωνος δʼ καὶ ἰάμβου. τὸ δ΄ ἀντισπαστικὸν μονόμετρον ὑπερκατάληκτον. τὸ ε΄ ὅμοιον τῷ τρίτῳ. τὸ Ϛ΄ ὅμοιον τῷ δ΄. οὕτω χρὴ γράφειν καὶ ταῦτα ὡς διῄρηται καὶ τὰ ἄνω, ἵνʼ εἴη καὶ τὰ μέτρα εὔγνωστα. ἐπὶ τῷ τέλει παράγραφος.

721. —904. Αἱ ἑξῆς αὗται συστηματικαὶ περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρξδ΄, ὧν τελευταῖος “κακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν.” μετὰ τὸν ρμγ΄ κώλου τμῆμα τὸ φεῦ. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, καὶ ἐπὶ τῷ τέλει κορωνίς.

905. ˜—922. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται ἐπῳδικά. ἔστι δὲ τὰ παρόντα πεντὰς ἐπῳδική, ἤτοι στροφὴ καὶ ἀντιστροφή, καὶ πάλιν στροφὴ καὶ ἀντιστροφὴ καὶ ἐπῳδός. εἰσὶν οὖν τῆς α΄ στροφῆς τὰ κῶλα θ΄ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α΄ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ἀκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ τοῦ ἰωνικοῦ καὶ διιάμβον. τὸ β΄ τροχαϊκὸν ἑφθημιμερὲς, ὃ καλεῖται Εὐριπίδειον, ἢ ληκύθιον. τὸ γ΄ χοριαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ χοριάμβου καὶ δισπονδείου· εἰ δὲ βούλει, δακτυλικὸν ἑφθημιμερές. τὸ δʼ προσῳδιακὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος, χοριάμβου καὶ συλλαβῆς. τὸ ε΄ ἀναπαιστικὸν πενθημιμερές. τὸ Ϛ΄ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος, διιάμβου καὶ συλλαβῆς. τὸ αὐτὸ δύναται καὶ ἰαμβικὸν εἶναι ἑφθημιμερὲς, τῶν πρώτων ποδῶν ἀναπαίστων. τὸ ζ΄ ἰωνικὸν δίμετρον καταληκτικὸν, ἤτοι ἑφθημιμέρες, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ κρητικοῦ, ἤτοι ἀμφιμάκρου. τὸ η΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον καθαρὸν, ἐξ ἐπιτρίτου δ΄, διιάμβου καὶ συλλαβῆς. τὸ θʼ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον καθαρὸν, ἐξ ἀντισπάστου, διιάμβου καὶ συλλαβῆς. ἐπὶ τῷ τέλει τῆς στροφῆς παράγραφος.

923.—932. Τῆς β΄ ταυτησὶ στροφῆς τὰ κῶλα ι΄ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ β΄ καὶ γ΄ ποδὸς χορείου. τὸ β΄ ὅμοιον καθαρὸν, ὃ καλεῖται Ἀνακρεόντειον. [*](1. Addirdi α΄ post ἐκ παίωνος. Tertiam ρνζ΄. adjectivi κατάρατε syllabam B. τὸν—κώλου τμῆμα scripsi pro pro brevi habuit. τῶν—κώλων τλῆμα. Sic κώλου τμῆμα 2. Addidi δ᾿ post παίωνος. dixit ad Orest. 316. 1018. 6. συστηματικαὶ Barnes. συστικαί 17. προσῳδιακὸν] προσοδιακὸν I. I. 20. ἐκ παίωνος King. καὶ παίωνος I. 7. ρξδ΄—ρμγ΄  scripsi pro ρϚη΄ — 25. ἀντισπαστικὸν addidit King.)

214
τὸ γ΄ ὅμοιον πενθημιμερές. τὸ δʼ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἢ ἐπιωνικὸν ἐξ ἐπιτρίτου γ΄, ἰωνικοῦ ἀπʼ ἐλάττονος καὶ συλλαβῆς. τὸ ε΄ ἀσυνάρτητον ἐξ ἀναπαιστικῆς βάσεως καὶ ἰαμβικοῦ πενθημιμεροῦς. τὸ Ϛ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, ἐκ τριῶν χορείων καὶ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ ζ΄ ὅμοιον καθαρὸν ἰαμβικοῦ. τὸ η΄ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἐπιτρίτου β΄ καὶ α΄ καὶ δύο συλλαβῶν ἀδιαφόρων. τὸ θ΄ χοριαμβικὸν τρίμετρον καταληκτικὸν ἐκ β΄ χοριάμβων καὶ ἀναπαίστου· εἰ δὲ βούλει, ἀναπαιστικὸν δίμετρον. τὸ ι΄ ἰαμβικὸν ἑφθημιμερὶς καθαρόν. ἐπὶ τῷ τέλει τῆς ἀντιστροφῆς παράγραφος.

942.—952. Τῆς ἐπῳδοῦ ταύτης τὰ κῶλα ι. τὸ πρῶτον ἐπιωνικὸν τρίμετρον καταληκτικὸν, ἐξ ἐπιτρίτου γ΄, ἰωνικοῦ ἀπὸ μείζονος καὶ δακτύλου. τὸ β΄ ἀντισπαστικὸν ἡμιόλιον ἐξ ἐπιτρίτου δʼ καὶ σπονδείου· εἰ δὲ βούλει. τροχαϊκὸν ἰθυφαλλικόν. τὸ γ΄ χοριαμβικόν δίμετρον καταληκτικὸν, ἐκ χοριάμβου καὶ ἀναπαίστου. τὸ δ΄ ἰαμβικὸν πενθημιμερές. τὸ ε΄ τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον, ἐκ σπονδείων λαὶ τροχαίων. τὸ Ϛ΄ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ ζ΄ ἐπιχοριαμβικὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἐπιτρίτου δ΄, χοριάμβου καὶ συλλαβῆς. τὸ η΄ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ β΄ καὶ γ΄ ποδὸς χορείου. τὸ θ΄ παιωνικὸν ἡμόλιον, ἐκ παίωνος δ΄ καὶ δύο συλλαβῶν. τὸ ι΄ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ χοριάμβου, ἐπιτρίτου α΄ καὶ τροχαίου. ἐπὶ τῷ τέλει κορωνὶς καὶ παράγραφος.

953. —1022. Αἱ περίοδοι αὗται στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ο΄, ὧν τελευταῖος “ξὺν παισὶν οὗπερ τὸν ἐμὸν ᾤκισας γόνον.” ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.

1024. —1034. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται μονοστροφικά. μονοστροφικὰ δέ εἰσιν, ὡς Ἡφαιστίων φησὶν, ὁπόσα ὑπό μιᾶς στροφῆς καταμετρεῖται. εἰσὶ δὲ τῆς παρούσης στροφῆς τὰ κῶλα ιβ΄. τὸ α΄ ἴαμβος τρίμετρος ἀκατάληκτος. τὸ β΄ παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος δ΄ καὶ ἰάμβου. οὕτω δὲ χρὴ γράφειν τὰ κῶλα, ὡς ὑφʼ ἡμῶν διῃρέθη, ἵνʼ ἔχωμεν γνῶναι τίνος εἰσὶ μέτρου. τὸ γ΄ ἀντισπαστικὸν ἡμιόλιον, ἐξ ἐπιτρίτου γ΄ καὶ ἰάμβου. τὸ δʼ ὅμοιον τῷ β΄. [*](13. δʼ King. τρίτου ἢ δ΄ I. finem scholii rejecit King. correcto 27. Ἡφαιστίων] C. 8. p. 125. quod in I. est μέτρα. 30. οὕτω —μέτρου] Haec aptius in)

215
τὸ ε΄ ὅμοιον τῷ γ΄, ἐξ ἐπιτρίτου δευτέρου καὶ ἰάμβου. τὸ Ϛ΄ καθαρὸν ἀντισπαστικὸν ἡμιόλιον. τὸ ζ΄ ὅμοιον τῷ β΄. τὸ η΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἀντισπάστου, ἐπιτρίτου δ΄ καὶ συλλαβῆς. τὸ θ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ α΄ καὶ β΄ ποδὸς χορείου. τὸ ι΄ ἴαμβος τρίμετρος. τὸ ια΄ παιωνικὸν τρίμετρον ἀκατάληκτον, ἐκ παιώνων δ΄  δύο καὶ κρητικοῦ. τὸ ιβ΄ ὅμοιον κατὰ πάντα. ἐπὶ τῷ τέλει παράγραφος μόνη.

1035.—1055. Σύστημα κατὰ περικοπὴν ἀμοιβαίων στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων κα. ἐπὶ τῷ τέλει παράγραφος.

1056. —1084. Τὰ τοιαῦτα εἴδη καλεῖται μονοστροφικὰ, ὡς εἴρηται· καλεῖται δὲ καὶ μετρικὰ ἄτακτα, διότι μέτρῳ μὲν γέγραπται, οὔτε δὲ ὁμοιότητα ἔχει πρὸς ἄλληλα οὔτε ἀνακύκλησιν. εἰσὶ τὰ παρόντα καὶ συστηματικὰ κατὰ περιορισμοὺς ἀνίσους, τὰ κῶλα δὲ πάντα λγ΄. τὸ α΄ μονόμετρον χοριαμβικόν. τὸ β΄ ὅμοιον δίμετρον καταληκτικὸν, εἰ δὲ βούλει, δακτυλικὸν ἑφθημιμερὲς ἐκ σπονδείων. τὸ γ΄ ἀντισπαστικὸν τρίμετρον ἀκατάληκτον, ἐκ παίωνος δ΄, ἀντισπάστου καὶ διιάμβου. τὸ δ΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, τοῦ α΄ ποδὸς ἑξασυλλάβου. τὸ ε΄ δακτυλικὸν ἑξάμετρον καταληκτικὸν εἰς συλλαβὴν ἐκ σπονδείων. τὸ Ϛ΄ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ ζ΄ ἐπιχοριαμβινὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παίωνος α΄, χοριάμβου καὶ β΄ συλλαβῶν ἀδιαφόρων. καλεῖται δὲ καὶ προσῳδιακὸν, τὸν παίωνα ἔχον ἀντὶ ἰωνικοῦ ἀπὸ μείζονος. τὸ η΄ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου γ΄ καὶ ἰάμβου. τὸ θ΄ ὅμοιον ἐκ παίωνος α΄ καὶ ἐπιτρίτου δ΄ καὶ ἰάμβου· εἰ δὲ βούλει, ἔστω ἰωνικόν· ὁ γὰρ παίων οἰκεῖος μᾶλλον τοῖς ἰωνικοῖς. τὸ ι΄ ἰωνικὸν ἀπὸ μείζονος μονόμετρον ὑπερκατάληκτον, ἤτοι πενθημιμερές· εἰ δὲ βούλει, ἀναπαιστικὴ βάσις. τὸ ια΄ χοριαμβικὸν [*](1. τὸ ς΄ King. τὸ ς΄ ὅμοιον I. ἐκ μολοσσῶν. 5. ἀκατάληκτον] καταληκτόν King. 22. προσῳδιακὸν scripsi pro προσωδικόν. 12. ἀνακύκλοσιν (sic) I. Restitui Recta forma alibi non raro ἀνακύκλησιν, ut supra dixit ad v. 444. servata. προσοδικὸν I. p. 216, 6. 14. ὅμοιον δίμετρον καταληκτικόν ib. τὸ η΄ ἀντισπαστικὸν King. τὸ η΄ Haec verba cum proximis εἰ δὲ βούλει ὅμοιον ἐκ παίωνος τρίτου α΄, καὶ ἐπιτρίτου delevit King. non animadvetens ἐξ ἀντισπάστου καὶ ἐπιτρίτου τρίτου καὶ Triclinium de choriambis in molossos ἰάμβου, εἰ δὲ βούλει, ἀντισπαστικὸν I. contractis somniasse. Fortasse 24. παίωνος α΄ King. παίωνος τρίτου igitur post δίμετροι addendum α΄ I.)

216
ἡμιόλιον, ἐκ χοριάμβου καὶ ἰάμβου. τὸ ιβ΄ ὅμοιον δίμετρον καταληκτικὸν, ἐκ χοριάμβου καὶ ἀναπαίστου διὰ τὴν ἀδιάφορον. τὸ ιγ΄ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ ἰωνικοῦ, τροχαϊκῆς συζυγίας καὶ συλλαβῆς ἀδιαφόρου. τὸ ιδ΄ χυριαμβικὸν, ὅμοιον τῷ ια΄ εἰ δὲ βούλει, καὶ δακτυλικὸν πενθημιμερὲς Ἀρχιλόχειον. τὸ ιε΄ δακτυλικὸν τρίμετρον. τὸ ιϚ΄ προσῳδιακὸν δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμβου. τὸ ιζ χοριαμβικὸν μονόμετρον ὑπερκατάληκτον καθαρόν· εἰ δὲ βούλει, καὶ δακτυλικὸν δίμετρον ἀκατάληκτον. τό ιη΄ παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος α΄ καὶ σπονδείου. τὸ ιθ΄ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου δ΄ καὶ δισπονδείου· εἰ δὲ βούλει, τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ κ΄ ἀντισπαστικόν τρίμετρον καταληκτικὸν ἐξ ἐπιτρίτων δ΄ δύο καὶ ἀναπαίστου διὰ τὴν ἀδιάφορον. τὸ κα΄ χοριαμβικὸν ἡμιόλιον καθαρόν. τὸ κβ΄ δίμετρον ἀντισπαστικόν καταληκτικὸν Φερεκράτειον, ἐξ ἀντισπάστου καὶ κρητικοῦ, ἤτοι ἀμφιμάκρου. τὸ κγ΄ ἰαμβικὴ βάσις, ἤτοι μονόμετρον. τὸ κδ΄ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον. τὸ κε ὅμοιον. τὸ κϚ΄ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ γ΄ ποδὸς χορείου. τὸ κζ΄ ἰωνικὸν ἀπʼ ἐλάττονος καὶ κρητικοῦ. τὸ κη΄ δακτυλικὸν ἑφθημιμερὲς ἐκ σπονδείων. τὸ κθ΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον ἐξ ἐπιτρίτου β΄, ἀντισπάστου καὶ συλλαβῆς. τὸ λ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ λα΄ ἰωνικὸν ἀπʼ ἐλάττονος ἡμιόλιον. τὸ λβ΄ ἰαμβικὸν δίμετρον, βραχυκατάληκτον. τὸ λγ΄ ὅμοιον. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ὁμοίως καὶ ἐπὶ τῷ τέλει.

1088.—1106. Καὶ τὰ τοιαῦτα κῶλα ὅμοιά ἐστι τοῖς εἰρημένοις, μονοστροφικὰ καὶ μετρικὰ ἄτακτα. εἰσὶ δὲ τὰ κῶλα τῆς ὄλης στροφῆς κβ΄. τὸ α΄ ἰαμβικὸν μονόμετρον. τὸ β΄ ἰωνικὸν ἀπὸ μείζονος δίμετρον καταληκτικὸν, ἐξ ἐπιτρίτου α΄ καὶ ἰωνικοῦ ἀπὸ μείζονος. τὸ γ΄ προσῳδιακὸν τρίμετρον βραχυκατάληκτον, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος, [*](3. ἐκ παἱωνος—ἀδιαφόρου King. ἐξ Bar. μονόμετρον. τρίμετρον καταληκτικὸν ἰωνικοῦ ἀπὸ μείζονος καὶ χοριάμβου I. ἐξ ἐπιτρίτου α΄ καὶ ἰωνικοῦ ἀπὸ μείζονος. 11. δισπονδείου King. σπονδείου I. μονόμετρον τρίμετρον καταληκτικὸν 12. ἐξ ἐπιτρίτων δ΄—ἀναπαίστου ἐξ ἐπιτρίτου α΄, ἰωνικοῦ ἀπὸ μείζονος King. ἐξ ἐπιτρίτου δ΄ δύο καὶ ἀναπαίστων. καὶ ἀμφιθραχέος. τὸ γ΄ I. verbis pluribus I. ab typotheta per errorem repetitis. 15. ἀντισπάστου King. ἀντισπάστων I. 27. δίμετρον—τὸ γ΄ Kingius ex 28. προσῳδιακὸν προσοδιακὸν I.)

217
χοριαμβικοῦ πεντασυλλάβου καὶ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ δ΄ ἰαμβικὸν πενθημιμερές. τὸ ε΄ ὅμοιον. τὸ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, τοῦ γ΄ ποδὸς ἀναπαίστου. τὸ ζ΄ δακτυλικὸν δίμετρον. κατὰ γὰρ μονοποδίαν μετρεῖται τὰ δακτυλικὰ, ὡς φασιν οἱ μετρικοί. τὸ η΄ ἰωνικὸν ἀπʼ ἐλάττονος ἡμιόλιον, εἰ δὲ βούλει, παιωνικόν. τὸ θ᾿ ἰαμβικὸν δίμετρον ἀκατάληκτον, ὅμοιον τῷ Ϛ΄, τοῦ β΄ ποδὸς ἀναπαίστου. τὸ ι΄ ἰαμβικὸν μονόμετρον. τὸ ια΄ ἰαμβικὸν ἑφθημιμερές. τὸ ιβ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. καλεῖται δὲ ταῦτα, ὡς Ἡφαιστίων φησὶν, Ἀνακρεόντεια καὶ ἀμφότερα. τὸ ιγ΄ περίοδος δύο γάρ εἰσι τροχαῖοι καὶ δύο ἴαμβοι. καὶ καλεῖται τοῦτο τὸ κῶλον περίοδος, εὕρηται δὲ καὶ ἀντεστραμμένον. τὸ ιδ΄ χοριαμβικὸν ἡμιόλιον, ἐκ χοριάμβου καὶ σπονδείου, εἰ δὲ βούλει, δακτυλικὸν ἑφθημιμερὲς, ὃ καλεῖται Ἀλκμανικόν. τὸ ιε΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ ιϚ΄ ἀσυνάρτητον ἐκ τροχαϊκῆς καὶ ἀναπαιστικῆς βάσεως. τὸ ιϚ΄ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παιώνων πρώτων δύο. τὸ ιη΄ τροχαϊκὸν ἑφθημιμερὲς, ὃ καλεῖται Εὐριπίδειον, ἢ ληκύθιον. τὸ ιθ΄ δακτυλικὸν ἑφθημιμερὲς Ἀλκμανικόν. τὸ κ΄ ἰαμβικὸν ἑφθημιμερὲς, τοῦ α΄ ποδὸς ἀναπαίστου. τὸ κα΄ παιωνικόν τρίμετρον βραχυκατάληκτον, ἐκ δύο παιώνων ποώτων, τοῦ α΄ πεντασυλλάβου, καὶ τροχαίου. τὸ κβ΄ χοριαμβικὸν δίμετρον καταληκτικὸν, ἤτοι ἑφθημιμερὲς, ἐκ χοριάμβου καὶ κρητικοῦ. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος· ἐπὶ τῷ τέλει κορωνίς.

1107.—1292. Αἱ ἑξῆς αὗται περίοδοί εἰσιν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρπϚ΄, ὧν τελευταῖος “ἔχοντʼ ἴδοιμεν τῶνδʼ ἀφειμένοι πόνων.” μετὰ δὲ τὸν θ΄ στίχον κῶλον ὅμοιον μονόμετρον βραχυκατάληκτον. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, καὶ ἐπὶ τῷ τέλει κορωνίς.

[*](2. ὅμοιον. τὸ Ϛ΄ King. ὅμοιον τῷ οὐ— (in versu 5, 1094. κλύει τις, ἣ οὐδεὶς ἀρκέσει) pro anapaesto habuit, 5. τὸ η΄—βούλει, παιωνικόν] τὸ η΄ non animadversa synizesi literarum παιωνικὸν ἡμιόλιον King. ἤ et οὐ. 6. τοῦ β΄ ποδὸς scripsi pro τοῦ γ΄ 8. ἰαμβικὸν addidit King. ποδός. Triclinius syllabas τις ἢ ib. Ἡφαιστίων] C. 5. p. 32.)