Scholia in Euripidis Hecubam (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

444.—465. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται κατὰ σχέσιν. κατὰ σχέσιν δέ ἐστιν, ὡς Ἡφαιστίων φησὶν, ὅσα δουλεύων ὁ ποιητὴς ἀνταποδόσει καὶ ἀνακυκλήσει γράφει. εἰσὶ δὲ τὰ παρόντα δύο στροφαί. τῆς μὲν οὖν προτέρας στροφῆς τὰ κῶλα ια΄, καὶ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α΄ ἀντισπαστικὸν δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερὲς Φερεκράτειον, ἐξ ἐπιτρίτου α΄ καὶ βακχείου. τὸ β΄ ὅμοιον δίμετρον ὑπερκατάληκτον, ἐξ ἐπιτρίτου δ΄, διιάμβου καὶ συλλαβῆς ἀδιαφόρου. τὸ γ΄ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐξ [*](2. ἰθυφαλλικὸν] φαλικὸν I. Kingius. 5. οὕτω δὲ—] Praecedit in I. 23. Ἡφαστίων] C. 7. p. 122. scholion τοῦτο λέγει—ἐπικαλέσεται. 24. ἀνταποδόσει] ἀνταποδώσει I. 9. συντυχι᾿] ξυντυχί᾿ B. Correctum ex Heph. 19. σκη΄] Immo σκϚ΄. ib. γράφει additum ex Heph. 22. κατὰ σχέσιν. κατὰ σχέσιν δέ] 25. προτέρας στροφῆς—ἀντιστροφῆς] κατάσχεσις. κατάσχεσις δέ I. Correxit V. 444.—454. et 455.—465.)

209
ἰωνικοῦ ἀπὸ μείζονος, τροχαϊκῆς συζυγίας, ἤτοι διτροχαίου, καὶ ἰωνικοῦ ἡμίσεως· ἐν μέντοι τῷ τῆς στροφῆς κώλῳ παίωνα β΄ ἔχει ἀντὶ ἰωνικοῦ. τὸ δ΄ δίμετρον ὑπερκατάληκτον· καλεῖται δὲ περίοδος διὰ τὸ συγκεῖσθαι ἐκ τροχαϊκῆς καὶ ἰαμβικῆς συζυγίας· ἔστι δε τῶν ἀσυναρτήτων. τὸ ε΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ τροχαϊκῆς συζυγίας, ἤτοι διτροχαίου. τὸ Ϛ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ζ΄ ἰωνικὸν ὅμοιον τῷ ε΄. τὸ η΄ ὅμοιον δίμετρον καταληκτικὸν, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ τροχαϊκῆς συζυγίας, ἤτοι ἐπιτρίτου β΄, καὶ συλλαβῆς μιᾶς. τὸ θ΄ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἤτοι ἑφθημιμερὲς, ἐκ χοριάμβου καὶ ἀναπαίστου, ἤτοι τριβραχέος διὰ τὴν ἀδιάφορον. τὸ ι΄ χοριαμβικὸν ὅμοιον ἡμιόλιον, ἐκ χοριάμβου, ἤγουν ἐπιτρίτου β΄, καὶ τροχαίου διὰ τὴν ἀδιάφορον. τὸ ια΄ τροχαϊκὸν ἰθυφαλλικόν. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ τῆς ἀντιστροφῆς παράγραφος μόνη.

454. πεδία λιπαίνειν: οὐ χρὴ “πεδία λιπαίνειν” γράφειν, ἀλλὰ “τὰς γύας,” ἵν᾿ ἦ τροχαικὸν τὸ κῶλον, ὡς καὶ τῆς ἀντιστροφῆς. Bar. 74.

466.—483. Τῆς β΄ ταύτης στροφῆς τὰ κῶλα θ΄ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α΄ ἰωνικὸν δίμετρον καταληκτικὸν ἑφθημιμερὲς, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ κρητικοῦ ἤτοι ἀμφιμάκρου, τὸ β΄ ὅμοιον κατὰ πάντα. τὸ γ΄ ἀντισπαστικὸν δίμετρον ἀκατάληκτον, Γλυκώνειον καλούμενον, ἐξ ἐπιτρίτου δʼ καὶ ἰαμβικῆς συζυγίας, ἤτοι διιάμβου. τὸ δʼ δίμετρον ἀκατάληκτον, προσῳδιακὸν καλούμενον, ἀσυνάρτητον ἐκ χοριάμβου καὶ ἰωνικοῦ ἀπʼ ἐλάττονος. τὸ ε΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἰωνικοῦ ἀπὸ μείζονος καὶ δισπονδείου. τὸ χοριαμβικὸν δίμετρον καταληκτικὸν, ἐκ χοριάμβου καὶ βακχείου. τὸ ζ΄ ὅμοιον, ἐξ ἐπιτρίτου γ΄, ἢ δισπονδείου, καὶ ἀναπαίστου· δύναται δὲ εἶναι καὶ ἀντισπαστικόν. τὸ η΄ ἀντισπαστικὸν [*](9. χοριαμβικὸν] Syllabas dicit (v. in stropha haud dubie scripserat 453.) —στῶν ὑδάτων πατέρα. φασὶν Ἀπιδανὸν πεδον (vel γύας) 12. τὸ ια΄] Versum dicit 454. λιπαίνειν, in antistropha, χρυσᾶν ἄμπυκα γύας λιπαίνειν. Nam sic Tri. πυκα τόξα τʼ εὐλογήσω, versu hendecasyllabo. pro πεδία λιπαίνειν correxit, syllabo. ut apparet ex annotatione proxima, 22. Γλυκώνειον scripsi pro Γλυκώνιον. feminino τὰς γύας more Byzantino νιον. Recta forma servata ad Phoen. indocte pro τοὺς γύας posito. Euripides 103. et alibi. Mox προσοδιακὸν I.)

210
δίμετρον, καταληκτικόν. τὸ θ΄ δίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου δ΄, εἰ δὲ βούλει, δισπονδείου, καὶ χοριάμβου. ἔχει δὲ τὸ τῆς ἀντιστροφῆς κῶλον τὸν πρῶτον πόδα πεντασύλλαβον. ἐπὶ μὲν τῷ τέλει τῆς στροφῆς κορωνὶς, δηλοῦσα τέλος σχεῖν τὰς τοῦ χοροῦ ᾠδὰς καὶ στροφάς.

484. —628. Αἱ περίοδοι αὗται πᾶσαι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρμέ, ὧν ὁ τελευταῖος “ὅτῳ κατʼ ἦμαρ τνγχάνει μηδὲν κακόν.” ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ τῷ τέλει κορωνὶς, ἐξιόντων τῶν ὑποκριτῶν.

629. —646. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται ἐπῳδικά. ἐπῳδικὰ δέ ἐστιν, ὡς Ἡφαιστίων φησὶν, ἐν οἷς ὁμοίοις ἀνόμοιόν τι ἐπιφέρεται· ἐπʼ ἔλαττον μέντοι τοῦ τῶν τριῶν ἀριθμοῦ, ἤτοι στροφῆς, ἀντιστροφῆς καὶ ἐπῳδοῦ, οὐκ ἂν γένοιτο τὸ τοιοῦτον, ἐπὶ πλεῖον δὲ οὐδὲν κωλύει ἐκτείνεσθαι· γίνεται δὲ, ὥσπερ τριὰς ἐπῳδικὴ, οὕτω καὶ τετρὰς καὶ πεντὰς καὶ ἐπὶ πλεῖον. ἔστι δὲ τὰ παρόντα τριὰς ἐπῳδικὴ, καὶ εἰσὶ τῆς μὲν στροφῆς τὰ κῶλα θ΄ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ α΄ ἀντισπαστικὸν ἡμιόλιον ἐξ ἐπιτρίτου α΄ καὶ ἰάμβου. τὸ β΄ ὅμοιον ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, ἐξ ἐπιτρίτου α΄, διιάμβου καὶ συλλαβῆς. τὸ γ΄ ὅμοιον ἐξ ἐπιτρίτου δʼ καὶ διιάμβου καὶ συλλαβῆς. τὸ δʼ δίμετρον ἀκατάληκτον πολυσχημάτιστον, πριάπειον καλούμενον, ἐξ ἀντισπάστου καὶ χοριάμβου. τὸ ε΄ τροχαϊκὸν, διὰ τὸ ἑξῆς, πενθημιμερὲς, ἐκ δύο χορείων, ἤτοι τριβραχέων, καὶ συλλαβῆς. τὸ Ϛ΄ τροχαϊκὸν ἰθυφαλλικὸν, ἤτοι δίμετρον βραχυκατάληκτον. τὸ ζ΄ ἰωνικὸν ἀπʼ ἐλάττονος δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος τρίτου, διιάμβου καὶ συλλαβῆς· εἰ δὲ βούλει, ἰαμβικὸν ἑφθημιμερὲς ἐκ δύο ἀναπαίστων καὶ ἰάμβου καὶ συλλαβῆς. τὸ η΄ ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. τὸ θ΄ χοριαμβικὸν ἡμιόλιον, [*](1. δίμετρον—δισπονδείου ap. Κing. 23. δίμετρον βραχυκατάληκτον. τὸ δίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου δʼ, ζ΄ Kingius. δίμετρον ὑπερκατάληκτον ε'i δὲ βούλει σπονδείου I. ἐκ παίωνος τρίτου, διιάμβου καὶ σύλλαβῆς᾿  πεντασύλλαβον] Decepit Triclinium βῆς· εἰ δὲ βούλει, ἰαμβικὸν ἑφθημιμερὲς scriptura vitiosa θεράπαιναν ἐκ δύο ἀναπαίστων καὶ ἰάμβου· εἰ δὲ (v. 482.) pro θεράπναν. βούλει, ἀναπαιστικὸν δίμετρον βραχυκατάληκτον. 4. σχεῖν] ἔχειν ap. King. τὸ ζ΄ I. 11. Ἡφαιστίων] C. 8. p. 125. 26. ἰάμβου—τὸ θ΄ Kingius. ἰάμβου, 12. μέντοι] μὲν King. εἰ δὲ βούλει ἀναπαιστικὸν δίμετρον 19. ἐπιτριτου δ΄ King. δ΄ om. I βραχυκατάληκτον. τὸ θ΄ I.)

211
εἰ δὲ βούλει, δακτυλικὸν πενθημιμερές. ἐπὶ τῷ τέλει τῆς στροφῆς καὶ ἀντιστροφῆς παράγραφος.

647.—656. Τοῦτο καλεῖται ἐπῳδὸς, διὰ τὸ ἐπᾴδεσθαι τῇ τε στροφῇ καὶ τῇ ἀντιστροφῇ, ἤγουν μετὰ τὴν στροφὴν ᾄδεσθαι. ἰστέον δὲ ὅτι τὴν μὲν στροφὴν κινούμενοι πρὸς τὰ δεξιὰ οἱ χορευταὶ ᾖδον, τὴν δὲ ἀντιστροφὴν πρὸς τὰ ἀριστερὰ, τὴν δὲ ἐπῳδὸν ἱστάμενοι ᾖδον. ἐδήλου δὲ, ὥς φασιν, ἡ μὲν στροφὴ τὴν οὐρανοῦ ἐκ τῶν ἑῴων πρὸς τὰ δυτικὰ μέρη κίνησιν, ἡ δὲ ἀντιστροφὴ τὴν τῶν πλανητῶν, ὡς ἀπὸ δυσμῶν πρὸς ἕω γινομένην, ἡ δὲ ἐπῳδὸς τὴν τῆς γῆς στάσιν, ἱσταμένων τῶν χορευτῶν ᾀδομένων. ἔστι δὲ τῆς παρούσης τὰ κῶλα ια΄. τὸ α΄ ἰωνικὸν τρίμετρον βραχυκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ ἰωνικοῦ, τροχαικῆς συζυγίας, ἤτοι διτροχαίου, καὶ ἰάμβου. τὸ β΄ ἀναπαιστικὸν μονόμετρον. τὸ γ΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ δʼ δακτυλικὸν, ἢ ἀναπαιστικὸν πενθημιμερές. τὸ ε΄ παιωνικὸν δίμετρον ἀκατάληκτον ἐκ παιώνων δευτέρων δύο. τὸ Ϛ΄ τροχαϊκὸν πενθημιμερές. τὸ ζ΄ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον, ἐκ παίωνος γ΄ ἀντὶ τοῦ ἰωνικοῦ ἀπʼ ἐλάττονος, ἰαμβικῆς συζυγίας, ἤτοι διιάμβου, καὶ συλλαβῆς. τὸ η΄ ἐπιχοριαμβικὸν τρίμετρον βραχυκατάληκτον ἐκ διιάμβου, χοριάμβου καὶ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ θ΄ τροχαϊκὸν ἰθυφαλλικὸν, ἤτοι δίμετρον βραχυκατάληκτον. τὸ ι΄ ἰωνικὸν ἡμιόλιον, εἰ δὲ βούλει, παιωνικὸν ἐκ παίωνος β΄ καὶ δύο συλλαβῶν. τὸ ια΄ ὅμοιον, δίμετρον καταληκτικὸν, ἐκ παίωνος δʼ καὶ βακχείου· εἰ δὲ βούλει, τροχαϊκὸν ἰθυφαλλικὸν, τοῦ α΄ ποδὸς χορείου. ἐπὶ τῷ τέλει κορωνὶς, εἶτα παράγραφος. ταῦτα γὰρ τοῦ τέλους τῆς ἐπῳδοῦ σημεῖα.

688.—692. Τὰ τοιαῦτα εἴδη καλεῖται ἀνομοιόστροφα. ἀνομοιόστροφα δέ εἰσιν, ὡς Ἡφαιστίων φησὶν, ὅσα πάντως διαιρεῖται, ἢ κατὰ πρόσωπον ἀμοιβαῖον, ἢ χοροῦ πρὸς ὑποκριτὴν ἀπόκρισιν. καὶ διαιρεῖται εἰς δύο, ἢ εἰς πλείονα. εἰ μὲν οὖν εἰς δύο διαιρεῖται, καλεῖται ἑτερόστροφον, εἰ δὲ εἰς πλείω, ἀλλοιόστροφον. εἰσὶν οὖν τὰ παρόντα ἀλλοιόστροφα. τῆς πρώτης δὲ στροφῆς ταύτης τὰ κῶλα Ϛ΄. [*](9. γινομένην] κινομένων Kingius. I. Voluit κινουμένων, quod posuit 20. ἤτοι addidit King. Musgr. 27. Ἡφαιστίων] C. 9. p. 130. 13. ἰαμβικὸν King. ἰωνικὸν I. 31. πρώτης Κing. δευτέρας Ι. 19. καὶ ἰάμβου Κing. καὶ διιάμβου)

212
τὸ α΄ στίχος ἴαμβος τρίμετρος ἀκατάληκτος. τὸ β΄ παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος πεντασυλλάβου καὶ ἰάμβου· διαιροῦνται γὰρ αἱ μακραὶ τῶν τοιούτων ποδῶν εἰς δύο βραχείας. τὸ γ΄ ὅμοιον καθαρὸν, ἐκ παίωνος δʼ καὶ ἰάμβου. τὸ δʼ ὅμοιον, δίμετρον καταληκτικὸν, ἐκ παίωνος α΄ καὶ δακτύλου. τὸ ε΄ τροχαϊκὸν ἀκατάληκτον. τὸ Ϛ΄ ὅμοιον τροχαϊκὸν ἑφθημιμερές. οὕτω διῃρημένα χρὴ ταῦτα τὰ κῶλα, καὶ τὰ ἑξῆς, ὡς ἡμῖν διήρηται, ἵνʼ εὐχερῶς καὶ τίνος εἴη μέτρου ἔχωμεν γνῶναι· ἐπὶ τῷ τέλει παράγραφος.

693.— 696. Δευτέρα αὕτη στροφὴ κώλων ἐστὶ δ΄. τὸ α΄ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον. τὸ β΄ καὶ γ΄ παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος δ΄ καὶ σπονδείου. τὸ δ΄ δακτυλικὸν πενθημιμερές.

697. —701. Σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων τριῶν καὶ κώλου, ὃ τρίτον κείμενον δακτυλικόν ἐστι πενθημιμερές. ἐπὶ τῷ τέλει παράγραφος.

702.—708. Ἡ τρίτη αὕτη στροφὴ κώλων ἐστὶ ζ΄. τὸ α΄ τροχαϊκὸν μονόμετρον. τὸ β΄ ὅμοιον ὑπερκατάληκτον ἐκ χορείων. τὸ γ΄ ὅμοιον ἑφθημιμερὲς καθαρόν. τὸ δ΄ τροχαϊκὸν ἰθυφαλλικόν. τὸ ε΄ παιωνικὸν δίμετρον, ἐκ παίωνος α΄ καὶ παλιμβακχείου. τὸ ἀναπαιστκὸν ἑφθημιμερὲς, τοῦ β΄ ποδὸς δακτύλου. τὸ ζ΄ παιωνικὸν δίμετρον, ἐκ παίωνος α΄ καὶ κρητικοῦ. ἐπὶ τῷ τέλει παράγραφος.

710. —711. Ἡ δʼ αὕτη στροφὴ κώλων ἐστὶ δ΄, ὧν τὸ α΄ παιωνικὸν ἡμιόλιον, ἐκ παίωνος δʼ καὶ ἰάμβου διὰ τὴν ἀδιάφορον. τὸ β΄ ὅμοιον δίμετρον ἀκατάληκτον, ἐκ παίωνος α΄ καὶ κρητικοῦ. τὸ γ΄ καὶ τὸ δʼ ὅμοιον τῷ πρώτῳ. ἐπὶ τῷ τέλει παράγραφος.