Scholia in Euripidis Hippolytum

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

840. τίνος κλύω: λείπει ἡ παρά, παρὰ τίνος ἀκούσω καὶ μαθήσομαι τὸ συμβάν σοι αἴτιον, ὅθεν ἀπώλου, τίς ἂν εἴποι τὸ γενόμενον; ἢ ὄντως τὸ δῶμα μάτην ἔχει θεραπόντων ὄχλον; B.I. πόθεν συνέβη μοι, ἤτοι αὕτη ἡ συμφορὰ, μὴ ἄρα ἕνεκα τῶν πρότερον ἡμαρτημένων, μοι, ἢ ἀπό τινος παλαιᾶς ὀργῆς τῶν δαιμόνων πολλάκις γὰρ πατέρων ἀνομίαι τέκνοις ἀποδίδονται. A.

843. στέγει: τρέφει. A. φέρει. B.

846. οὐ τλητὸν οὐδὲ ῥητόν: ὃ οὔτε σιωπᾶν δύναμαι, (μέγα γάρ ἐστιν) οὔτε λέγειν. αἰσχύνην γάρ μοι φέρει τὸ παράδοξον τοῦ θανάτου. A.B.I. ἀλλ᾿  ἀπωλόμην: ἡ ἀλλὰ ἀντὶ τοῦ γάρ. A. τὸ δὲ ἔλιπες ἔλιπες, ὦ φίλη, ἀντὶ τοῦ ἀπέθανες, ἔλιπες τὸ ζῆν. καὶ τὸ ἰὼ τάλας ἀντὶ τοῦ τάλαινα· καὶ γὰρ ταῦτα τοῦ χοροῦ φασιν εἶναι. B.I.

851. νυκτὸς ἀστερωπός: καὶ ἡ διὰ νυκτὸς λαμπρὰ σελήνη, ἡ μετὰ ἀστέρων φαινομένη σελήνη, ὡς πρὸς ἀντιδιαστολὴν τοῦ ἡλίου. ἐκεῖνος γὰρ κρύπτει πάντων τῶν ἀστέρων τὸ φῶς. A.B.I. Ἄλλως. ἡ μετὰ ἀστέρων φαινομένη, πρὸς ἀντιδιαστολὴν τοῦ ἡλίου· ὁ γὰρ ἥλιος ἅπαντας ἀμαυροῖ τοὺς ἀστέρας ταῖς ἀκτῖσιν αὐτοῦ, οὐχ οὕτω δὲ καὶ ἡ σελήνη, ἀλλὰ μόνους τοὺς πλησιάζοντας. A.

855. τὸ δ᾿  ἐπὶ τῷδε: ἐπὶ πολὺ φρίσσω. διὰ τί γὰρ κακῶς ἀπήγξω, περὶ οὗ φοβοῦμαι μὴ καὶ ἕτερόν τι πάθω κακόν.

859. ἔγραψεν: μᾶλλον ἔγραψε παρακλήσεις, ἵνα μὴ ἄλλην μνηστεύσωμαι, ἢ διὰ τὰ τέκνα.

[*](1. Ἀλκήστιδι] v. 431. Conf. p. situm sit. Nihil praeter gl. ἀπέθανες 168, 24. ad ἔλιπες habet A. 2. ἤμπλακες B. Fl.6.15. ἥμαρτες I. 17. φασιν εἶναι Fl. 6. 15. εἶναι 6. In A. inter versus λείπει ἡ om. B.I. παρά, παρὰ τίνοςλου. ἀκούσω τὸ πόθεν ἀπώλου. 18. ἡ μετὰ σελήνη add. A.B. in marg. vero ἀπὸ τίνος ἀκούσομαι Fl. 6. 15., om. I. καὶ μαθήσομαι τὸ συμβάν σοι αἴτιον. 20. ἐκεῖνος] ἐκείνας I. 14. φέρει] φέρειν I. 24. ἐπὶ—φρίσσω add. B. ib. τὸ δὲ B. Fl. 6. 15. δὲ om. I. 25. μὴ καὶ] καὶ om. A. Scholion huc transposuit Matth., 26. μὴ ἄλλην μνηστεύσω] μὴ γαμήσω quum in libris post proximum po- A.)
167

860. θάρσει, τάλαινα: γελοῖον πρὸς νεκρὸν τὸ θάρσει, συγγνωστέος δὲ διὰ τὴν παρακειμένην συμφοράν. σφενδόνην λέγει τὴν δέσιν, τὸν δεσμὸν, τύπον δὲ τὴν ἐπικειμένην σφραγῖδα τῷ δεσμῷ. προσσαίνουσί με δὲ ἀντὶ τοῦ ἡδύνουσί με, προτρέπονται, κολακεύουσιν. αὐτῆς γάρ εἰσι. ὅθεν ἐπάγει, ἴδω τί λέξαι, ἵνα ἴδω τί θέλει σημᾶναι.

861. οὐκ ἔστι δώμαθʼ: οὐκ ἔστιν ἥτις γυνὴ εἰς τοὺς δόμους εἰσέλθοι διὰ τὰ λέκτρα τοῦ Θησέως. A.

864. φέῤ, ἐξελίξας: φέρε δὴ οὖν ἀποκόψω τὸν δεσμὸν τῆς σφραγῖδος τοῦ δακτυλίου, καὶ τὰς περιπλοκὰς ἀναλύσας ἴδω τί βούλεται σημᾶναι ἡ δέλτος αὕτη.

866. ἐκδοχαῖς: κατὰ διαδοχὴν, ἵνα ἴδω πῶς νέα κακὰ ὁ θεὸς ἐπεισφέρει τούτοις τοῖς οἴκοις.

867. ἀβίωτος βίου τύχα: θάνατος τύχη ἀβιωτοποιὸς, ἢ ἡ τύχη τοῦ βίου. A. ἀντίπτωσις. ἐμοὶ μὲν οὖν εἴη τυχεῖν, ὦ τύχη, βίου ἀβιώτου. A. θάνατος τύχη ἀβιωτοποιὸς τῆς ζωῆς, ἀντὶ τοῦ ἡ τύχη τοῦ βίου πρὸς τὸ συμβὰν ἀβίωτός ἐστι. πρὸς τὸ κρανθὲν γὰρ νῦν ἀντὶ τοῦ πρὸς τὸ συμβάν. B.I. ἤτοι ἐγὼ μὴ ἐπιζήσαιμι πρὸς τὸ μέλλον γενέσθαι. A.

869. ὀλομένους γάρ: τὸ ἑξῆς· ὀλομένους δόμους τῶν ἐμῶν δεσποτῶν οὐκ ἔτ᾿  ὄντας λέγω. τὸ δὲ φεῦ φεῦ διὰ μέσου.

871. ἔστι: δυνατόν ἐστι. B. rec. ἔν τισιν οὐ φέρονται οὗτοι. B.

872. πρὸς γάρ τονος: ἡ πρός ἀντὶ τῆς ἀπό, ἵν᾿  ᾖ οὕτως, ἀπό τινος τύχης. B.I. εἰσορῶ γὰρ τὸ δεινὸν τὸ μέλλον ὡς ὁ [*](1. συγγνωστέος—συμφοράν om. A. σφενδόνης. 2. παρακειμένην] περικειμένην B. Fl. ib. ἴδω] ἴδω τί λέξαι: ἴδω οὖν 3. τῷ δεσμῷ] τῶν δεσμῶν I. 11. αὔτη add. A. 4. δὲ ἀντὶ τοῦ om. A. 12. ἐκδοχαῖς A. φεῦ φεῦ B.I. ib. ἡδύνουσί με B. Fl. 6. 15. με ib. ἵνα ἴδω πῶς addidi ex A. om. A.I. 13. ἐπεισφέρει] ἐπιφέρει A. 5. αὐτῆς γάρ εἰσι om. A. ib. οἴκοις A. τόποις BI. ib. ὅθεν—σημᾶναι add. A. 16. θάνατος add. B. Fl. 6. 15. 9. δὴ οὖν om. A. 20. ὀλομένους] ὀλουμένους B. in textu ib. ἀποκόψω] ἀποκόψας A. et in scholio. 10. τοῦ δακτυλίου—ἀναλύσας om. ib. τῶν ἐμῶν—μέσου om. A. A. habet vero gl. τοῦ δακτυλίου ad)

168
μάντις παρά τινος τῶν οἰωνῶν καὶ ὀρνέων εἰσορᾷ καὶ μαντεύεται. A. οἰωνόν: προμήνυμα. B. rec.

875. λεκτὸν, ὦ τάλας ἐγώ: λείπει τὸ εὗρον τοῦτο. A.

876. εἴ τί μοι λόγου μέτα: ἐάν με κρίνῃς ἄξιον B. καὶ μετάδος μοι τοῦ λόγου, εἰ μέτεστί μοι τοῦ λόγου. B.

880. φθεγγόμενον: βουλόμενον. A.

881. κακῶν ἀρχηγόν: ἀντὶ τοῦ κακοῦ λόγου ἀρχὴν λέγεις. τὸ ἑξῆς· τόδε μὲν δυσεκπέρατον ὀλοὸν κακὸν οὐκέτι σιωπήσω. στόματος δὲ πύλαις περιφραστικῶς ἐν τῷ στόματι. ὅμοιον δὲ τοῦτο τῷ Ὁμηρικῷ ἕρκος ὀδόντων. δυσεκπέρατον δὲ δυσαπάλλακτον, δυσεπίληπτον. B.I. δυσεκπάλαιστον· ἢ τὸ δυσκόλως περαινόμενον καὶ γινόμενον, ἢ τὸ δυσεπίληπτον. A. τόδε μὲν οὐκέτι στόματος ἐν πύλαις: ὁμοίως τῷ Ὁμηρικῷ ἕρκος ὀδόντων. τὸ δὲ δυσεκπέρατον ὀλοὸν κακὸν οὐκέτι σιωπήσω. στόματος δὲ πύλαις περιφραστικῶς τῷ στόματι Ἄλλως· πύλαι στόματος τὰ χείλη. οὐκέτι οὖν, φησὶ, καθέξω τὸν λόγον ἐντὸς τοῦ στόματός μου, τουτέστιν οὐκέτι σιωπήσω. A.

886. τὸ σεμνὸν Ζηνὸς ὄμμ᾿  ἀτιμάσας: τὴν τοῦ Διὸς ἐφορείαν σεμνὴν μὴ τιμήσας. A. ἀντὶ τοῦ τὸν πατρῷον Δία ὑβρίσας.

888. μιᾷ κατέργασαι: μιᾷ τούτων τῶν καταρῶν κατέργασαι τὸν ἐμὸν παῖδα. ποίων δέ; ἃς ἀρὰς ἐμοὶ ὑπέσχου, τὸ ἀνελθεῖν ἐξ Ἅιδου, τὸ ἀποστρέψαι ἀπὸ τοῦ λαβυρίνθου, τὸ πεμφθῆναι τῷ υἱῷ αὐτοῦ θάνατον.