Scholia in Euripidis Hippolytum

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

685. οὐκ εἶπον—σιγᾶν: ἐλεγκτικὸν τὸ ἦθος. τὸ δὲ ἑξῆς οὕτως· οὐκ εἶπον σιγᾶν ἐφ᾿  οἷς κακῶς διάκειμαι, ἢ διάγω καὶ νοσηλεύομαι τουτέστι τὸν ἔρωτα. ὁ δὲ νοῦς, οὐχὶ τὸ προπετὲς τῆς διανοίας προνοουμένη ἐκέλευον σιωπᾶν καὶ μὴ ἐκφαίνειν τὴν ἐμὴν ἐρωτικὴν κάκωσιν;

687. τοιγὰρ οὐκ ἔτ᾿  εὐκλεεῖς: διὰ τοῦτο γὰρ οὐκ εὔδοξοι γεγόναμεν, ἐπειδὴ οὐκ ἤκουσάς μου. B.

689. συντεθηγμένος φρένας: ἀντὶ τοῦ ὀργισθείς. M. ἠκονημένος ὑπὸ τῆς ὀργῆς. M.

693. ὄλοιο καὶ σύ: γνωμικώτερόν πως ἐπάγει τὴν κατάραν. ἀπόλοιο, φησὶ, παρὰ γνώμην μου εὐεργετῆσαί με θελήσασα, καὶ πᾶς ἄλλος ταὐτά σοι δρῶν καὶ προθυμούμενος ἄκοντας τοὺς φίλους μὴ καλῶς εὐεργετεῖν. ἄντικρυς δὲ ἐλέγχων τὸ ψευδώνυμον τῆς τοιαύτης εὐεργεσίας μὴ καλῶς προσέθηκεν.” οὐ γὰρ οἶδε φύσις εὐεργετήματος ἀνάγκην ἐπιδέχεσθαι, εἴτε τὰς χρείας καταθυμίους δεῖ ποιεῖσθαι.

695. δέσποινʼ, ἔχεις μέν: καταδέχεται τὴν ἐξ αὐτῆς μέμψιν, ἵνα οὕτως καὶ αὕτη τὴν τοῦ σφάλματος ἀπολογίαν καταδέξηται. ἑξῆς δὲ πάλιν εἰς εὔνοιαν αὐτὴν προάγειν βούλεται, τὸν σκοπὸν τῆς μηνύσεως, καθ᾿  ὃν γεγένηται, λέγουσα. τὸ δὲ ἑξῆς οὕτως· ἔχεις μὲν δικαίως τὰ ἐμὰ πταίσματα μέμψασθαι. παραιρεῖται γάρ σου τὸ [*](1. Ζεύς σ᾿  ὁ—ἀπολέσειεν om. A. 17. ἄντικρυς] ἄντικρυ A. 2. ἐκριζώσειε B. Fl.6.15. ἐκτρίψειε I. ib. δὲ om. I. 3. τῷ κεραυνῷ et δὲ om. A. ib. ἐλέγχων τὸ ψ. om. A. in lacuna. 4. ἐκ χειρὸς καὶ om. A. Est observatio 18. προσέθηκεν] ἐμοὶ δὲ καὶ ἐξ εὐεργετήματοις Aristarchi: vid. Lehrs. de ἂν οὐκ ἔστι addit A. Arist. p. 62. ib. οὐ γὰρ—ἀνάγκην om. A. 5. σύνεγγυς] ἐγγὺς A. 19. ἐπιδέχεσθαι] δέχεσθαι A. ib. βαλεῖν δὲ τὸ πόρρωθεν om. A. ib. θυμίους δεῖ ποιεῖσθαι om. A. in 7. διάκειμαι, ἢ (ἤτοι B.) om. A. lacuna. 9. ἐκφαίνειν] ἐμφαίνειν A. 21. καὶ αὕτη om. A. 15. θελήσασα] θέλουσα A. 22. εὔνοιαν] ἔννοιαν B.I. 16. ἄλλος] ἄλλως I. 23. γεγένηται] γένηται A. γεννᾶται ib. ταὐτά Barnesiu pro ταῦτα. Fl. 6. γε γίνεται Fl. 15. ib. δρῶν] δ᾿  οὖν A. ib. δὲ om. A. ib. ἄκοντας] ἄκων γὰρ A. 24. παραιρεῖται A. παραιτεῖται B.I.)

157
λογιστικὸν ἡ λύπη, καὶ τὴν αἰτίαν τοῦ πταίσματος γινώσκειν οὐ σνγχωρεῖ σοι. αἰτία γὰρ ἐγώ εἰμι τῆς συμφορᾶς. ὁ δὲ νοῦς· ἔχεις μὲν μέμψασθαι τὰ ἐμὰ κακὰ, ὦ δέσποινα· τὸ γὰρ λυποῦν σε κρατεῖ, ὅθεν καὶ μέμφῃ μοι. εἰ γὰρ μὴ ἐγένετο, οὐκ ἂν ἐμέμφου, ἀλλ᾿  ἐπῄνεις. ὅθεν ἐπιφέρει “πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.” ἡ μὲν κατασκευὴ τοῦ λογισμοῦ τῆς εὐνοίας ἀπόδειξις, ἡ δὲ τῆς ἀποτυχίας δυσχέρεια τῆς τύχης κατηγόρημα.

700. εἰ δ᾿  εὖ γ᾿  ἔπραξα: εἰ καλῶς, φησὶν, ἔπραξα καὶ μὴ ἐσφάλην τῆς ἐλπίδος, ἐθαυμάζετό μου τὸ βούλευμα. οὐκ ἄρα ἡ ἐμή σε βουλὴ ἠδίκησεν, ἀλλ᾿  ἡ τύχη· εἰ γὰρ καλῶς ἀπέβη τὸ πρᾶγμα, ἔλεγες ἂν ὅτι οὐκ ἔστιν ἄλλη κρείττων τῆς τροφοῦ.

702. ἦ γὰρ δίκαια ταῦτα: ὀργίζεται καλῶς ἐπὶ τῷ καὶ ἀπολογίαν ἐθέλειν σοφίσασθαι. ἆρα οὖν, φησὶ, δίκαιόν ἐστι τοῦτο καὶ οὐχὶ φανερῶς ἄτοπον, τὸ καὶ ἐθέλειν σε ἰσολογεῖν μοι, καὶ ἐκ τῶν ἴσων ἀμφισβητεῖν τρώσασάν με· ἐξαρκοῦντα δέ μοί ἐστιν, ἤγουν ἱκανὰ πρὸς θεραπείαν τῆς βλάβης.

704. μακρηγοροῦμεν: ἀντὶ τοῦ μάτην φλυαροῦμεν καὶ ἐπεκτείνομεν τὸν λόγον ἐπὶ τοῖς ἤδη πραχθεῖσιν. οὐκ ἐσωφρόνουν ἐγώ. ὁμολογεῖ ἡμαρτηκέναι, ἐπεὶ εἶδεν αὐτὴν πρὸς τὴν ἀπολογίαν δυσχεραίνουσαν. ὁμολογῶ, φησὶ, τὸ πρότερον πταῖσμα οὐκ ἐκ τύχης, ἀλλ᾿  ἐξ ἐμῆς ἀνοίας γεγενημένον.

710. ὑμεῖς δὲ, παῖδες: μεταστρέφει τὸν λόγον νῦν πρὸς τὰς γυναῖκας τοῦ χοροῦ. αἱ δὲ ὀμνύουσιν οἰκονομικῶς καὶ σιωπᾶν ἐπαγγέλλονται. λύοιτο γὰρ ἂν τὰ τῆς ὑποθέσεως.

715. ἓν δὲ προτρέπουσα: ἀντὶ τοῦ ζητοῦσα καὶ ἐξερευνῶσα. [*](1. γινώσκειν] γιγνώσκειν A. 13. 14. οὖν et τὸ om. A. 2. νοῦς A. νοῦς ἔχει οὕτως B.I. 15. ἤγουν addidi ex A. 3. μὲν] δέσποινα A., omisso proximo 17. ἀντὶ τοῦ om. A. ὦ δέσποινα. 19. ἡμαρτηκέναι] τὸ ἁμάρτημα A. 4. καὶ om. A.B., ἂν om. A. 20 τὸ om. A. 5. γὰρ] καὶ A. 21. γεγενημένον A. γενόμενον B.I. 6. εὐνοίας] ἐννοίας B.I. 22. μεταστρέφει τὸν λόγον νῦν A. 8. ἔπραξα hic et in lemmate μεταστρέφεται νῦν B.I. A.B. Fl. 6. ἔπραττον utrobique I. 23. αἱ δὲ ὀμνύουσιν] Pro his lemma 9. βούλευμα A. βούλημα B.I. ὄμνυμι σεμνήν habet A. 11. ἂν et ἄλλη et τῆς om. A. ib. καὶ σιωπᾶν ἐπαγγέλλονται] ὁ ib. κρείττων] κρεῖττον A. χορὸς ἐπαγγέλλεται A. 12. ὀργιζεται—τῷ] ὁρίζεται—τὸ A. 25. ἀντὶ τοῦ et καὶ ἐξερευνῶσα 13. 14. ἐθέλειν] θέλειν A. om. A.)

158
μετατρέπουσα, φησὶ, καὶ πολλὰ δοκιμάζουσα, καὶ εἰς πολλὰ μεταφέρουσά μου τὴν γνώμην, ἓν μόνον ἴαμα τῆς συμφορᾶς εὗρον.

719. οὐ γάρ ποτ᾿  αἰσχυνῶ: ὅτι Μίνως βασιλεὺς τῶν Κρητῶν ἐγένετο, ὁ πατὴρ αὐτῆς. καὶ διὰ τοῦτο Κρησίους δόμους λέγει.

721. οὕνεκα ψυχῆς μιᾶς: ἀντὶ τοῦ διασταλτικοῦ τὸ μιᾶς εἶπε. A. ἐγὼ γὰρ τῆς μιᾶς μου ψυχῆς καταφρονήσασα πολλὰς ἑτέρας διασώσω, τὰς τῶν οἰκείων δηλονότι, ῥυσαμένη τῆς αἰσχύνης. οὐχ ὑπερτιμήσω οὖν τὴν μίαν ψυχὴν τῆς αἰσχύνης τῶν πολλῶν.

724. καὶ σύ γ᾿  εὖ με νουθέτει: ἀπειλητικώτερον εἴρηται ὁ λόγος, ὡς εἰ ἔλεγε, μὴ καὶ σὺ ζήλου τῆς τροφοῦ τὴν παραίνεσιν μηδὲ τὰ αὐτὰ ἐκείνῃ νουθετήσῃς με, ἅ ἐστιν ἐπιζήμια καὶ φαῦλα, ἀλλὰ πρὸς τὸ συμφέρον με νουθέτει.

728. ἀτὰρ κακόν γε: καὶ δὴ ἀποθανοῦσα κακὸν γενήσομαι καὶ ἄλλῳ, ἀντὶ τοῦ τῷ Ἱππολύτῳ, διὰ τῆς κατηγορίας, ἵν᾿  εἰδῇ, κοινῇ ταύτης μοι μετασχὼν τῆς νόσου, μετριάζειν, καὶ μὴ ὑψηλοφρονεῖν ἐπὶ ταῖς ἑτέρων δυστυχίαις.

732. ἠλιβάτοις: ἀντὶ τοῦ βαθυτάτοις. ἠλίβατον γὰρ οὐ μόνον τὸ ὑψηλὸν, ἀλλὰ καὶ τὸ βαθὺ, οὗ ἔστιν ἀλιτεῖν τῆς βάσεως. κευθμῶσι δὲ τοῖς ἐρήμοις καὶ κεκρυμμένοις τόποις, καὶ πάσης συντυχίας ἀνθρώπων χωρίς. τὸ ἑξῆς οὖν οὕτως· πτεροῦσσάν με ὄρνιν θείη θεὸς, ἵνα γενοίμην ἐν ἠλιβάτοις κευθμῶσι, καὶ πλεῖστον ἄποπτος εἴην τοῦ ἀνθρωπίνου γένους. ἀφανισμὸν δὲ καὶ μεταβολὴν τῆς φύσεως ἐπεύχεται ἑαυτῷ ὁ χορὸς ἐπὶ τῇ συμβεβηκυίᾳ τύχῃ, ἤτοι πρὸς τὸ ἄπειρος [*](1. μεταφέρουσα] μετατρέπουσα A. ib. τὸ ἑξῆς—ἀνθρωπίνουγένους, om. A. 3. τῶν κ. ἐγένετο] ἐγένετο τῶν κ. ib. πτεροῦσσαν—] Similehis scholion in A. (cum lemmate ἵνα με πτεροῦσσαν 4. ὁ om. A. ὄρνιν) πτεροῦσαν μὲν ὄρνιν θείη— 8. ὑπερτιμήσω] ὑπὲρ τιμῆς I. ἄποπτος εἴην ἀνθρωπίνου (sine τοῦ) γένους. 10. τῆς τροφοῦ τὴν παραίνεσιν A. ὁ χορὸς ἐπὶ τῇ συμβεβηκυίᾳ τύχῃ ἀφανισμὸν τὴν τροφὸν τῆς παραινέσεως B.1. καὶ μεταβολὴν τῆς φύσεως ἑαυτοῦ 11. ἐκείνῃ A.B. ἐκείνη 1. κατεύχεται, ἵνα ἄπειρος τῆς ἐφεξῆς μείνῃ 12. συμφέρον A.B. χρηστὸν εὖ I. συμφορᾶς. ἢ ἐπειδὴ μέλλει συνίστωρ γενέσθαι 13. καὶ ἄλλῳ] καὶ om. A. τῇ φαίδρᾳ τῆς κατὰ ἱππολύτου 14. διὰ τῆς κατηγορίας om. A. διαβολῆς καὶ μέλλει τηλικαύτην ἁμαρτίαν 16. ἐπὶ om. I. εἰς ἑαυτὸν ἐπισπᾶσθαι. πρὶν οὖν 18. οὗ ἔστιν ἀλιτεῖν om. A. ἐπιστῆναι αὐτῷ τὸν καιρὸν ἀπαλλαγῆναι 19. τοῖς et καὶ utrumque om. A. τῆς φύσεως ἐπεύχεται. πρὸς τὸν ἀδρίαν ib. κ. τόποις] τόποις κ. A. δὲ καὶ τὴν κελτικὴν etc. 20. ἀνθρώπων] ἀνθρώπου A. 21. ἄποπτος] ἄπτωοτος (sic) I.)

159
γενέσθαι τῶν ἐπικαταληψομένων συμφορῶν, ἢ ἐπειδὴ μέλλει συνίστωρ γενέσθαι τῇ Φαίδρᾳ, εἰς τὴν κατὰ τοῦ Ἱππολύτου διαβολὴν, καὶ τηλικαύτην ἁμαρτίαν εἰς ἑαυτὸν ἐπισπᾶσθαι ψευδομαρτυρεῖν ἀναγκασθεῖσα κατ᾿  αὐτοῦ. πρὶν οὖν ἐκεῖνον ἐπιστῆναι αὐτῷ τὸν καιρὸν, ἀπαλλαγῆναι τῆς φύσεως ἐπεύχεται. ἢ ὅπερ ἄμεινον, καταγνοῦσα τῆς ἀνθρωπίνης φύσεως, καὶ διὰ τῶν παρόντων κακῶν ἄριστα παιδευθεῖσα, ὄρνις εὔχεται εἶναι πρὸς τὸ μηδὲ συντυχίας ἢ θέας ἀπολαύειν ἀνθρώπων. τοῦτο γὰρ τὸ ζῶον καθαρώτατόν ἐστι παρὰ πάντα· διὸ καὶ ἕκαστον αὐτῶν θεοῖς ἀνάκειται. καὶ τῇ πτήσει μᾶλλον τῶν ἄλλων ζώων ἐκτοπίζεσθαι τῶν ἀνθρώπων δύναται, ὡς καὶ ἐν ἐρημίᾳ ἀνθρώπου ἐπιστάντος ἀνίπτασθαι καὶ νικᾶν τῇ πτήσει τὴν τούτου θέαν. πρὸς τὸν Ἀδρίαν δὲ καὶ τὴν Κελτικὴν ἀρθῆναι εὔχεται οἰκείως τοῖς πεπραγμένοις, καὶ ὡς μάλιστα τῶν τόπων τούτων λύπας ἀναδεξαμένων. ἐν γὰρ τῷ Ἀδρίᾳ ἡ Ἰὼ εἰς βοῦν μεταβληθεῖσα κατὰ βούλησιν Ἥρας διεπέρασε τὸ ἀπ᾿  αὐτῆς Ἰόνιον πέλαγος κληθέν· ἐν δὲ τῷ Ἠριδανῷ αἱ Ἡλιάδες κόραι τὸν Φαέθοντα δακρύουσαι εἰς φηγοὺς μετεβλήθησαν.

735. γενοίμην, φησὶν, ὄρνις, εἰ ἦν δυνατὸν καὶ πελάγη διίπτασθαι, καὶ ἀρθείην καὶ μετεωρισθείην ἐπὶ τὸ θαλάττιον κῦμα τῆς Ἀδρίου ἀκτῆς καὶ ἐπὶ τὸ τοῦ Ἠριδανοῦ ὕδωρ. M. αὐτὸν τὸν Ἠριδανόν φησιν· αἱ γὰρ αἴγειροι ἐν αὐτῷ τρέφονται. M.

736. κῦμα τᾶς Ἀδριηνᾶς: τὸ πόντιον κῦμα ἀντιδιασταλτικόν ἐστι τοῦ ῥεύματος τοῦ Ἠριδανοῦ. ὁ δὲ Ἀδρίας πέλαγός ἐστι μέγιστον πρὸς τῇ Ἰταλίᾳ. ὁ δὲ Ἠριδανὸς ποταμὸς Κελτικῆς. ἐν τούτοις δὲ ἄρα εὔχεται μάλιστα τοῖς τόποις εἶναι, ὡς πειραθεῖσι συμφορῶν· [*](1. συμφορῶν] ἢ πρὸς τὸ μὴ ἀναγκασθῆναι 14. κατὰ A. B. Fl. 6. 15. διὰ I. ψευδομαρτυρεῖν κατὰ ἱππολύτου 15. ἐν δὲ—δακρύουσαι] ἐν δὲ τῷ ἠριδανῷ addit A. αἱ (αἱ om. A.) ἡλιάδες κόραι τὸν ib. ἢ ἐπειδὴ—φύσεως εὔχεται om. A. φαέθοντα δακρύουσαι A. (nisi quod 2. εἰς om. I. δακρύουσι habet quia pergit μεταβληθεῦσαι 5. ἐπεύχεται B. Fl. 6. 15. εὔχεται εἰς δένδρα) et qui δακρύουσαι I. ante τὸν φαέθοντα collocat B. αἱ δὲ 6. καὶ διὰ] καὶ ταῦτα διὰ A. ἡλιάδες κόραι ἐν ἠριδανῷ δακρύουσαι τὸν 7. εὔχεται] ἐπεύχεται A. φαέθοντα I. 8. ἐστι om. A. 20. τοῦ Ἠριδανοῦ] τοῦ om. A. 11. πτήσει] φύσει I. 24. κελτικῆς B. Fl. 6. 15. κελτικὸς ib. τούτου] τούτων A. A. I. 12. οἰκείως A. οἰκείοις B. I. 25. πειραθεῖσι] πειραθεῖσα A.)

160
(ὁ μὲν γὰρ Ἀδρίας συνέπαθε τῇ βοῒ, ὁ δὲ Ἠριδανὸς τῷ Φαέθοντι·) ὅπως ἂν πρόφασιν ἔχουσα τὸν τόπον ἀκαταπαύστως θρηνοίη τοὺς ἀνθρώπους. ἢ, ὅπερ ἄμεινον, εὔχεται μεταβολὴν τῆς φύσεως εἰς τοὺς τόπους ἐκείνους γενέσθαι, οἴτινες μάλιστα πεῖραν μετεμψυχώσεως ἐδέξαντο. ἐν μὲν γὰρ τῷ Ἀδρίᾳ ἡ Ἰὼ ἐπλανήθη εἰς βοῦν μεταμορφωθεῖσα, ἐν δὲ τῷ Ἠριδανῷ αἱ Ἡλιάδες εἰς αἰγείρους μετεβλήθησαν.

738. ἔνθα πορφύρεον: εἰς πορφυροῦν οἶδμα τοῦ Ἠριδανοῦ αἱ τοῦ πατρὸς Ἡλίου ἄθλιαι κόραι Ἡλιάδες τῷ οἴκτῳ καὶ θρήνῳ τοῦ Φαέθοντος εἰς δένδρα μεταβληθεῖσαι, δακρύουσι τοῦτο τὸ δάκρυον, ὅπερ πηγνύμενον ἐν τῇ ψυχρότητι τοῦ ὕδατος ἀποτελεῖ τὸν ἤλεκτρον. πατέρα δὲ αὐτῶν τὸν Ἠριδανόν φησι, παρόσον τρέφονται αὐτοῦ τῷ ὕδατι αἴγειροι οὖσαι.

740. κόραι Φαέθοντος: Ἡλίου γὰρ βούλεται αὐτὰς ὁ μῦθος εἶναι. διὰ τὸ καὶ τὸ δάκρυον αὐτῶν φωτεινοειδὲς λέγεσθαι εἶναι ἤλεκτρον ὀνομαζόμενον ἐπεὶ καὶ ἠλέκτωρ ὁ Ἥλιος καλεῖται.

742. Ἑσπερίδων: ἔνθα τὰ χρύσεα μῆλα ἐσπάρησαν. Φερεκύδης δὲ Διὸς καὶ Θέμιδός φησιν αὐτὰς, ἔνιοι δὲ τὰς αὐτὰς ταῖς Ἀτλαντίσιν. Ἑσπερίδες δὲ ὀνομάζονται διὰ τὸ ἐν τῇ ἑσπέρᾳ, τουτέστιν ἐν τῇ δύσει, κεῖσθαι. ὁ δὲ λόγος, ἀνύσαιμι καὶ ἔλθοιμι ἐπὶ τὴν ἀκτὴν τῶν Ἑσπερίδων νυμφῶν τῶν ἀοιδῶν, ἔνθα εἰσὶ χρυσᾶ μῆλα σπαρέντα. πάλιν δὲ ἀκολούθως τοῖς προειρημένοις καὶ ἐνταῦθα εὔχεται γενέσθαι, ἐπειδὴ καὶ αὗται νῦν ἐν θρήνοις εἰσὶ, θρηνοῦσαι τὸν δράκοντα τὸν μηλοφύλακα. τὸν νεωστὶ ὑφ᾿  Ἡρακλέους φονευθέντα. διὰ τοῦτο γὰρ καὶ ἀοιδοὺς αὐτὰς λέγει διὰ τὸ ἐν θρήνοις εἶναι.