Scholia in Euripidis Hippolytum

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

743. τᾶν ἀοιδᾶν: τῶν ἀδουσῶν, τῶν θρηνωδῶν. A.

[*](6. εἰς αἰγείρους hic A.B., ante αἱ 15. εἶναι om. A. Ἡλιάδες I. ib. διὰ τὸ] διὰ τοῦτο A. 8. πορφυροῦν] πορφύρεον A. ib. τὸ δάκρυον —καλεῖται om. A. 9. καὶ θρήνῳ om. I. in lacuna. 12. πατέρα δὲ] οἶδμα πατρός: πατέρα 16. καλεῖται B. λέγεται I. 18. φησιν] εἶναι A. A. 14. Ἄλλως praefixum in B. 19. Ἑσπερίδες—ἐπὶ τὴν om. A. ib. κόραι] κοῦραι A. 21. τῶν ἀοιδῶν] τὴν ἀοιδὴν A. ib. Ἡλίου γὰρ] ἐπὶ γὰρ ἡλίου A. ib. χρυσᾶ A.B. χρύσεα I. ib. αὐτὰς ὁ μῦθος A.B. ὁ μῦθος 25. καὶ add. A. αὐτὰς I. ib. ἐν A. ἐπὶ B.I.)
161

744. ἵν᾿  ὁ ποντομέδων: ὅπου ὁ Ποσειδῶν οὐκέτι δίδωσι τοῖς ναύταις διέξοδον πρὸς τὸ ἐγγίζειν εἰς τὸν ὠκεανόν. τέρμονα γὰρ οὐρανοῦ τὸν ὠκεανόν φησιν, εἰς ὃν δοκεῖ τῇ θέᾳ τῇ ἀνθρωπίνῃ ἀποτερματίζεσθαι καὶ καταπίπτειν ὁ οὐρανός. πάλιν δὲ πρὸς τὴν διήγησιν ἐτράπη τῶν τόπων, ἔνθα ὁ Ποσειδῶν τὸν πλοῦν τῆς θαλάσσης τοῖς ναύταις οὐκέτι δίδωσιν, καθάπερ καὶ Πίνδαρος “Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν.”

746. ναίων: γρ. κυρῶν. A. πληρῶν. B. rec.

747. τὸν Ἄτλας ἔχει: τὸν Ἄτλαντα οἱ μὲν ὄρος εἰρήκασι, μυθευόμενοι τὸν οὐρανὸν βαστάζειν, ἐπειδὴ πάνυ ὑψηλὸν ὑπάρχει καὶ δοκεῖ ἐπικεῖσθαι αὐτῷ ὁ οὐρανός· ὅθεν καὶ Ἄτλας εἴρηται διὰ τὸ ἄτλητον ποιῆσαι τὴν εἰς αὐτὸν ἀνάβασιν. τινὲς δὲ Ἄτλαντα εἰρήκασιν αὐτὸν τὸν ἄξονα τοῦ οὐρανοῦ, δι᾿  οὗ ἡ τοῦ παντὸς κίνησις γίνεται. δηλοῖ δὲ καὶ τὸ Ὁμηρικὸν “ἔχει δέ τε κίονας αὐτὸς μακρὰς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσι.” εἰρῆσθαι δὲ Ἄτλαντα οἱονεὶ πολύτλαντα, διὰ τὸ αὐτὸν πάντα βαστάζειν.

ἔχει: κατοικεῖ. Fl. 2.

748. κρῆναί τ᾿  ἀμβρόσιαι: αἱ τοῦ νέκταρος κρῆναι, καθὸ ἡ ἀμβροσία καὶ τὸ νέκταρ ἐκεῖσε φύονται. Ἄλλως. ὑποτίθεται τὴν τῶν Φαιάκων γῆν εἶναι. ἐκ γὰρ τῆς πολλῆς θερμότητος καὶ ἐκ τοῦ ἐπικειμένου πυρὸς τρίτον τοῦ ἐνιαυτοῦ τὸν σῖτον καὶ τὰ ἄλλα κάρπιμα φέρειν λέγεται. τὸ δὲ ἑξῆς· καὶ ἔλθοιμι ἐν ἐκείνῳ τῷ τόπῳ, ὅθεν ἐκ τῶν κοιτῶν τῶν οἴκων τοῦ Διὸς χέονται αἱ πηγαὶ αἱ τὸ ζῆν τοῖς θεοῖς δωρούμεναι.

750. ἵν᾿  ὀλβιόδωρος αὔξει πρὸς τῷ πυρίνῳ κύκλῳ καὶ τῇ τοῦ πυρός. ἑτέραν γὰρ ἐμύθευσαν εἶναι γῆν, ἐν πλεῖστα καὶ θαυμαστὰ φύονται· ἐν ταύτῃ γὰρ τὸ Ἠλύσιον πεδίον καὶ τῶν Φαιάκων [*](7. πρὸς τὸ ἐγγίζειν A. προσεγγίζειν 14. καὶ τὸ ὁμηρικὸν (Od. 1, 53.) B. καὶ ὅμηρος Ι. τοῦ ὁμήρου λέγοντος 6. οὐκέτι δίδωσιν A. οὐ δίδωσιν ἔτι A. 15. δὲ om. A. ib. καθάπερ A. καθὰ B.I. 16. πολύτλαντα A. πολύτλαν B.I. ib. Πίνδαρος] Nem. 4, 112. 21. τοῦ ἐνιαυτοῦ] τὸν ἐνιαυτὸν A. 8. κυρῶν] Imo κύρων. In B. κυρῶν 23. αἱ πηγαὶ] αἱ om. A. super ναίων, et τιθείς super κυρῶν. 26. γῆν] τὴν A. 9. Ἄτλαντα] ἄτλαν A. ib. ἐν ᾗ πλεῖστα—ἐμύθευσαν εἶναι 10. ἐπειδὴ] ἐπεὶ A. et mox καὶ τοῦ ἐπικειμένου πυρὸς om. I. 12. ποιῆσαι A. ποιήσασθαι B.I. 27. γὰρ] γὰρ καὶ A.)

162
τὴν γῆν ἐμύθευσαν εἶναι. ἐκ γὰρ τῆς πολλῆς θερμασίας καὶ τοῦ ἐπικειμένου πυρὸς τρίτον τοῦ ἐνιαυτοῦ συμβαίνει τὰ κάρπιμα φύεσθαι καὶ τὸ νέκταρ. φησὶ γοῦν κρήνας μὲν ἀμβροσίας τὰς τοῦ νέκταρος, εὐδαιμονίαν δὲ τὴν ἀμβροσίαν καὶ ἀφθαρσίαν.

752. ὦ λευκόπτερε Κρησία: ὦ λευκὰ πτερὰ, ὅ ἐστιν ἄρμενα, ἔχουσα Κρητικὴ ναῦ, ἥτις κατὰ τὸ κῦμα τῆς θαλάσσης τὴν δέσποινάν μου Φαίδραν ἐκόμισας νυμφευθεῖσαν Θησεῖ. A.B. ἑτέρα μοῖρα χορικὴ, ἣ δὴ καὶ τὰ παρόντα θρηνεῖ ἄνωθεν ἐκ τῆς ἐπιδημίας ὀλοφυρομένη τὴν Φαίδραν. σύ μοι, φησὶ, προοίμιον τῶν θρήνων, ὦ πορθμὶς, ἐπεὶ καὶ τῶν συμφορῶν ὑπόθεσις γεγένησαι.

753. διὰ πόντιον: ἡ διά ἀντὶ τῆς κατά. A.B.

758. κακονυμφοτάταν: νυμφευσαμένη τῷ Θησεῖ νύμφευσιν ἀνόνητον, τουτέστιν εἰς τὴν κακὴν ὠφέλειαν τοῦ γάμου, εἰς ἀπόλαυσιν κακῶν. A.B.

759. ἦ γὰρ ἀπ᾿  ἀμφοτέρων: ὄντως γὰρ ἀπὸ τῶν δύο, ἀπό τε τῆς Κρήτης καὶ τῆς Ἀττικῆς, κακὰ σημεῖα ἐφάνησαν αὐτῇ. τὸ δὲ ἀμφοτέρων ἀκούουσιν ἔκ τε τοῦ πατρὸς καὶ τῆς μητρὸς, ἵν᾿  ᾖ οὕτως· ἐπὶ κακοῖς γὰρ σημείοις ἐκδοθεῖσα ὑπὸ τῶν γονέων ἦλθες εἰς Ἀττικὴν ἀπὸ τῆς Κρήτης. ἐπεὶ δὲ καὶ δύσορνιν αὐτὴν ἔφη, εἰς τὸ ἔπτατο ἀνῆλθεν. Μουνύχιος δὲ λιμὴν Ἀττικῆς. ὁπηνίκα δὲ, φησὶν, ἐν τῷ Μουνυχίῳ λιμένι παρέβαλον τὰς ἀρχὰς τῶν σχοινίων καὶ ἔδησαν ἐν αὐτῷ καὶ ἐξέβησαν ἐν τῇ γῇ, τὸ τηνικαῦτα ἡ Ἀφροδίτη κακὸν ἔρωτα ἔπεμψε τῇ ἐμῇ δεσποίνῃ.

763. ἐπ᾿  ἀπείρου τε γᾶς: κυκλοτεροῦς. A.

764. ἀνθ᾿  ὧν: ἀντὶ τοῦ ἀφ᾿  ὧν. ὁ δὲ νοῦς, ἀφ᾿  ὧν τῶν κακοσήμων οἰωνῶν ὑπὸ ἀδίκων ἐρώτων Ἀφροδίτης δεινῇ νόσῳ φρένας κατεκλάσθη. A.B.

[*](2. τρίτον] καὶ τρίτον A. τρὸς A. ἔκ τε τῆς μητρὸς καὶ τοῦ πατρὸς 4. καὶ ἀφθαρσίαν om. A. B. et omissis τῆς et τοῦ I. 6. ἔχουσα post πτερὰ A. 18. ὑπὸ add. Matth. ib. ναῦ] νῦν A. ib. ἦλθες] ἦλθεν A. 8. χορικὴ] χωρικὴ A.B. 19. εἰς τὸ ἔπτατο ἀνῆλθεν A. εἶπε ib. δὴ om. A. τὸ ἔπτατο ἀντὶ τοῦ ἦλθεν B.I. 9. πορθμὶς A. in lacuna. 20. φησὶν om. A. 10. ὑπόθεσις] πάθος A. 21. λιμένι A. λιμένι τῆς ἀττικῆς B.I. ib. γεγένησαι A. γεγένηται B.I. ib. παρέβαλον A.B. Fl. 6. παρέβαλεν I. 15. τε om. A. 17, ἔκ τε τοῦ πατρὸς καὶ τῆς μη-)
163

767. ὑπέραντλος: ἐκ μεταφορᾶς τῶν ἐν τῇ νηὶ μηκέτι τῆς ἀντλίας ὑπερέχειν δυναμένων. ἀδυνατοῦσα, φησὶ, πρὸς τὴν συμφορὰν, καὶ ὑπερβαρῆ νοσήσασα νόσον τὴν ἀγχόνην ἐβουλεύσατο.

770. ἅψεται ἀμφὶ βρόχον: ἡ ἀμφί πρὸς τὸ ἅψεται ἀντὶ τοῦ περιάψεται. A.

774. ἀπαλλάσσουσα: ἀντιλαμβανομένη. A.

776. ἰοὺ ἰού: τινὲς βούλονται τὴν τροφὸν ταῦτα ἔσωθεν λέγειν. ἔνιοι δὲ ἐξάγγελον φασί. ἐξάγγελος δὲ ὁ τὰ πεπραγμένα ἔνδον τῆς σκηνῆς τῷ χορῷ ἀγγέλλων. βοηδρομεῖν δέ ἐστι τὸ μετὰ βοῆς τρέχειν, ἵνα διὰ τῆς βοῆς καὶ ἄλλους πρὸς ἐπικουρίαν κινήσωσι.

780. ἀμφιδέξιον σίδηρον: ἀντὶ τοῦ δίστομον, ᾧ ἄν τις πρὸς ἀμφότερα τὰ μέρη δεξιῶς χρήσαιτο. ἐδόκουν γὰρ μετέχειν τοῦ μιάσματος ὅσοι μὴ ἔκοπτον τὰς ἀγχόνας τῶν ἠγχονισμένων. ἅμμα δὲ δεσμὸς σχοινίων. καὶ τὸ ἐξ ἐπισπαστῶν βρόχων ἀντὶ τοῦ τῶν δεδεμένων βρόχων.

785. τὸ πολλὰ πράττειν: οὐκ ἔστιν ἀσφαλὴς ὁ βίος τῶν ἐκβαλόντων ἑαυτοὺς εἰς πολλὰ πράγματα.

786. ὀρθώσατ᾿ : ἀπορθώσατε, φησὶν, αὐτῆς τὰ μέλη, καὶ κατ᾿  ὀρθὸν σχηματίσατε τὸν νεκρὸν, τὸ πικρὸν οἰκούρημα τῶν ἐμῶν δεσποτῶν, ὅ ἐστι τὸν ἀτυχῆ οἰκουρόν.

787. οἰκούρημα: οἰκουρὸς λέγεται ἡ γυνή. M.