Scholia in Euripidis Troiades

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1. ἭΚΩ λιπόν: ὅλος ἐστὶ τοῦ θεάτρου ὁ Εὐριπίδης, πρὸς ὃ ἀφορῶν τοὺς λόγους νῦν ὁ Ποσειδῶν ποιεῖ παρὼν ἐν τῇ ὑποθέσει. πολλαχοῦ δὲ τοιοῦτος, ὡς ἐν ταῖς Βάκχαις ὁ Διόνυσος, ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα.

6. οὔποτʼ ἐκ φρενῶν: τὸ ἑξῆς, ἐκ φρενῶν τῶν ἐμῶν. παρὰ Ὀμηρικὸν δὲ Ποσειδῶνα ταῦτα.

9. ὁ γὰρ Παρνάσσιος: Παρνάσσιον αὐτὸν εἶπε Φωκέα ὄντα διὰ τὸ τάττεσθαι Δελφοὺς ὑπὸ Φωκεῦσιν. Ὅμηρος

  • αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον,
  • υἱέες Ἰφίτου μεγαθύμου Ναυβολίδαο.
  • εἶτα
  • οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν.
  • παῤ ὃ δὴ ἠξιοῦντο τοῦ τε ἱεροῦ καὶ τῶν αὐτόθι χρημάτων ἔχειν τὴν ἐπιμέλειαν. ἔνθεν καὶ οἱ ἱεροὶ πόλεμοι κατερράγησαν, Λακεδαιμονίων μὲν ἀποδόντων Δελφοῖς τὸ ἱερὸν μετὰ τὸ καταπολεμῆσαι Φωκέας, Ἀθηναίων δὲ ἔμπαλιν Φωκεῦσιν αὐτὸ παραδόντων, καθάπερ Θουκυδίδης φησί. καλεῖται δὲ ἱερὸς ὅτι περὶ τοῦ ἱεροῦ τοῦ ἐν Δελφοῖς ἐγένετο. Φώκου δὲ τοῦ Ψαμάθης καὶ Ἀστεροδίας τῆς Δηϊονέως ἐγένετο Πανοπεὺς καὶ Κρῖσος ὁ κρισάντου, τοῦ δὲ Πανοπέως [*](3. ἐστὶ Cobetus. ἐπὶ A. ib. ἔχειν L. Dindorfius. εἶχον A. 5. Βάκχαις] v. 1. 18. παραδόντων N. παραδόντων αὖτις 7. παρὰ L. Dindorfius. περὶ A. A. ib. Ὁμηρικὸν] Vid. Il. 12, 17. et 19. Θουκυδίδης] 1, 112. 13 init. 20. Ἀστεροδίας] Rectam hujus 9. διὰ τὸ τάττεσθαι L. Dindorfius. nominis scripturam Ἀστεροδείας esse διατάττεσθαι A. dixi in annot. ad schol. Homeri 10. Ὅμηρος] Il. 2, 517. Odyss. p. 50, 1. 11. Σχεδίος] σχέδιος A. 21. Κρῖσος Κampmannus. κροῖσος 15. παῤ ὃ L. Dindorfius. παῤ A. ὦ A.)
    43
    Ἐπειός. οὗτος εἰς Τροίαν στρατεύσας τὸν δούρειον ἵππον ἐποίησεν. Ἄλλως. ὁ Φωκεὺς Παρνάσσιος εἴρηται, ἐπεὶ Δελφὸς ὢν σὺν τοῖς Φωκεῦσιν ἐτάττετο, ἢ διὰ τὸ πλησίον τῇ Φωκίδι εἶναι τὸν Παρνασσόν.

    14. δούρειος ἵππος: ψυχρῶς ἠτυμολόγησε τὸν ἵππον ἀπό τῶν δοράτων· ἄμεινον γὰρ παρὰ τὰ δοῦρα πεποιῆσθαι ἤγουν τὰ ξύλα. Ὅμηρος δουράτεον, ὅ ἐστι ξύλινον.

    15. ἔρημα δʼ ἄλση: ἔρημα αὐτά φησιν, ὡς τῶν θεῶν ἐκλελοιπότων τὰ ἱερά. αὐτὸς οὖν ὁ Ποσειδῶν φησι

  • λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τʼ ἐμούς.
  • 16. πρὸς δὲ κρηπίδων βάθροις: παρὰ τοῖς βάθροις δὲ τῶν κρηπίδων τοῦ ἑρκείου Διὸς ἀντὶ τοῦ ὑπὸ τοῖς βωμοῖς τοῦ Διός. τὸν δὲ ἕρκειον Δία ἄλλοι ἱστορικοὶ ἀναγράφουσιν ἰδίαν τινὰ σχέσιν περὶ αὐτοῦ ἱστοροῦντες, τρισὶν ὀφθαλμοῖς αὐτὸν κεχρῆσθαί φασιν, ὡς οἱ περὶ Ἀγίαν καὶ Δερκύλον. πεφόνευται δὲ ὁ Πρίαμος ὑπὸ Νεοπτολέμου δικαίως, ἐπειδὴ καὶ τὸν πατέρα αὐτοῦ Ἀχιλλέα ἐλθόντα ἐπὶ τὸν γάμον τῆς Πολυξένης οἱ περὶ Ἀλέξανδρον ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ λόγχαις ἀνεῖλον.

    20. δεκασπόρῳ χρόνῳ: ἀντὶ τοῦ διὰ δέκα ἐνιαυτῶν· ἔνθεν καὶ ποιὰς τοὺς ἐνιαυτοὺς ἔλεγον ἀπὸ τῆς τῶν καρπῶν ἀναδόσεως.

    27. νοσεῖ τὰ τῶν θεῶν: ἀντὶ τοῦ ἐξασθενεῖ, οἷον τὰ τῶν θεῶν ἀμελούμενα ὑπὸ τῶν ἀνθρώπων.

    29. βοῷ Σκάμανδρος: ἀντὶ τοῦ καταβοᾶται· ἐν τῷ αὐτὰς βοᾶν Νεοπτόλεμος καὶ ἄλλοι τινές.

    [*](ib. ὁ κρισάντου A. ὁκρισαν N., uterque 15. Ἀγίαν καὶ Δερκύλον] ἀγΐαν καὶ que vitiose. ὁ Κρῖσαν κτίσας Κampmannus. δέρκαλον A. Athenaeus 3. p. 86 F. Ἀγίας δὲ καὶ Δερκύλος ἐν Ἀργολικοῖς 2. ἐπεὶ Δελφὸς ὢν—ἐτάττετο Cobetus, τοὺς στραβήλους ἀστραβήλους ὀνομάζουσιν. ἐπειὸς δὲ ἁφῶν (ἀφʼ ὧν N.)— σιν. Clemens Alexandr. Strom. 1. p. 381. Ἴλιον ἑάλω—Θαργηλιῶνος μηνὸς ἐτάττοντο A.N. 7. Ὅμηρος] Od. 8, 493. 512. νὸς δευτέρᾳ ἐπὶ δέκα Ἀγίας δὲ καὶ 12. ἑρκείου—ἕρκειον] ἑρκίου—ἕρκιον Δερκύλος ἐν τῇ τρίτῃ μηνὸς Πανέμου ὀγδόῃ φθίνοντος. COBET. ib. τὸν δὲ Cobetus. τὸ δὲ A. 18. ἱερῷ Κampmannus. ἱερὸν A. 14. ἱστοροῦντες] Conf. Pausan. 2, ib. λέγειν] His in A. adjuncta 24, 4. et 8, 46, 2. COBET. sunt verba ταῦτα ἔνιοι—ἀφηγουμένων ib. αὐτὸν Kampmannus. αὐτοὺς τῶν Ἀθηναίων, quae scholio versus A. Ante τρισὶν excidit καί. 31. adjunxi, monente Cobeto.)
    44

    31. εἴληχʼ Ἀθηναίων τε Θησεῖδαι πρόμοι: ἔνιοι ταῦτά φασι πρὸς χάριν εἰρῆσθαι· μηδὲν γὰρ εἰληφέναι τοὺς περὶ Ἀκάμαντα καὶ Δημοφῶντα ἐκ τῶν λαφύρων, ἀλλὰ μόνην τὴν Αἴθραν, διʼ ἣν καὶ ἀφίκοντο εἰς Ἴλιον Μενεσθέως ἡγουμένου. Λυσίμαχος δὲ τὸν τὴν Πέρσιδα πεποιηκότα φησὶ γράφειν οὕτως

  • Θησείδαις δʼ ἔπορεν δῶρα κρείων Ἀγαμέμνων
  • ἠδὲ Μενεσθῆϊ μεγαλήτορι ποιμένι λαῶν.
  • Ἄλλως. ταῦτα ἔνιοι πρὸς χάριν Ἀθηναίων Εὐριπίδην λέγειν· ἀγαπητὸν γὰρ εἶναι τοῖς περὶ Δημοφῶντα Αἴθραν ἀναλαβεῖν, ἦς ἕνεκα αὐτούς φασιν ἐπὶ Τροίαν ἐλθεῖν Μενεσθέως ἀφηγουμένου τῶν Ἀθηναίων.

    32. ἄκληροι Τρῳάδων: γράφεται παρθένων. ὅσαι μὲν οὖν ἐκληρώθησαν ἀπεδόθησαν, ὅσαι δὲ ἀκλήρωτοι ἐξαιρέτως δοθεῖσαι τοῖς πρώτοις ἐνταῦθα τυγχάνουσιν.

    36. τὴν δʼ ἀθλίαν: ἄμεινον ἦν ἀπὸ τῶν πραγμάτων παράγεσθαι ὀδυρομένην τὰ παρόντα. οὕτω γὰρ ἂν ἡ τραγῳδία τὸ πάθος εἶχε, νῦν δὲ ψυχρῶς τῷ θεάτρῳ προσδιαλέγεται.

    41. ἣν δὲ παρθένον μεθῆκʼ Ἀπόλλων: ἣν οὐ διεκόρευσεν, ἀλλʼ εἴασε παρθένον· οἱ γὰρ ἐνθουσιῶντες ἐπιτετραμμένοι εἰσὶ τῇ κοινωνήσει.

    44. γαμεῖ βιαίως: ἀντὶ τοῦ γαμήσει· σεσημείωται καὶ μηκέτι αὐτῆς οἰκουμένης· ὑπώπτευκε γὰρ Ἀριστοφάνης ἐκ τούτου τὸ “νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει.”

    [*](2. πρὸς χάριν] κατὰ χάριν A. Correctum Cobetus, ut in scholio superiore ex scholio inferiore. legitur: recte, ut videtur, etsi ib. μηδὲν Cobetus. μὴ A. omissum φασί defendi quodammodo 5. Πέρσιδα Cobetus. περσηΐδα A. potest exemplis ad schol. Πέρσιδα dicit quam grammatici Ἰλίου Rhesi v. 28. allatis. πέρσιδα vei Ἰλιοπέρσιδα dicere solent, 10. φασιν Cobetus. φησὶν A. nisi id hic quoque restituendum, 16. οὕτω L. Dindorfius. οὐ A. quemadmodum apud Pausaniam ib. ἂν addidit Cobetus. 10, 15, 5. et Proclum Chrestom. 19. κοινωνήσει kampmannus. κοινήσει p. 483. ed. Gaisf. Ἰλίου πέρσιδος in A. Ἰλιοπέρσιδος mutandum. 22. τὸ addidit Nauckius in libro 6. ἔπορεν] ἔπορε A. de Aristophane Byz. p. 30. Locus 8. Praefixi Ἄλλως. Scholion ipsum autem est Homeri Il. 20, 307. ubi non hoc loco in A. legi, sed Aristophanem non unum tantum scholio v. 16. adjectum esse supra versum hunc, sed tres 306— 308. dicebam. videri suspectos habuisse monet ib. ταῦτα ἔνιοι] ταῦτά φασιν ἔνιοι Nauckius.)
    45

    51. ἔξεστιν· αἱ γάρ: φιλονεικεῖ ὁ Ποσειδῶν σώζειν τὴν Ἴλιον, ἐπεὶ ᾠκοδόμησεν αὐτήν.

    61. ἐκεῖσε πρῶτʼ ἄνελθε: ἀντὶ τοῦ ἐκεῖνον ἀνάλαβε τὸν λόγον καὶ ἀνάτρεχε εἰς τὸν περὶ Ἑλλήνων λόγον.

    89. Μυκόνου: ἀκτή τις οὕτω καλουμένη. Καφηρεὺς δὲ ἀκρωτήριον Εὐβοίας, μεταξὺ Σκύρου. Νεάνθης δὲ ὁ Κυζικηνὸς Καθηρέα αὐτόν φησι πρότερον κεκλῆσθαι· εἶναι γὰρ ἐκεῖ βωμὸν εἰς ὃν Εὐβοεῖς καθαιρόμενοι ἔθυον. χρόνου δὲ προϊόντος Καφηρεὺς ἐκλήθη παραφθειράντων τῶν ἐνοικούντων τὴν λέξιν. περὶ τοῦτο δὲ οἱ πλεῖστοι τῶν Ἑλλήνων κατὰ τὸν ἀπόπλουν διεφθάρησαν. κοινὰ δὲ διὰ τῆς ἱστορίας.

    96. τύμβους θʼ, ἱερά: λείπει ὁ γάρ, ἵν᾿  ᾖ τὰ γὰρ ἱερὰ τῶν τεθνηκότων ἔρημα ποιήσας αὐτὸς ὕστερον ὀλεῖται.

    99. ἄνα δυσδαίμων: πρὸς ἑαυτὴν ταῦτα ἡ Ἑκάβη λέγει, ἀνάστηθι τὴν κεφαλήν σου, ὦ Ἑκάβη. ὁ δὲ λόγος, ἄνα δυσδαίμων, ὦ ἐκ θεῶν δυσδαίμων κεφαλὴ γεγονυῖα, ἀνάστηθι. ἡ δὲ πεδόθεν κεφαλὴ ἐμπαθεστέρα ἐστὶ καὶ τοῖς ὑποκειμένοις οἰκείως ἔχουσα. ἡ γὰρ Ἑκάβη ἔρριψεν ἑαυτὴν διὰ τὰς συμφορὰς ἐπὶ τοῦ ἐδάφους καὶ τούτῳ οἰκείως ἐπέλεξε τὸ “ἐπάειρε δέρην,” ὡς πεπτωκυίας αὐτῆς καὶ κεκλιμένης ἐπὶ τοῦ ἐδάφους. καὶ τὸν Πρίαμον ὁμοίως κείμενον πρὶν συνέστησεν οὕτως “πρὸς δὲ κρηπίδων βάθροις πέπτωκε Πρίαμος.” ὥστε εἰκὸς διὰ τὰ τοιαῦτα τὴν Ἑκάβην τὰς ἐπιτηδείους καθέδρας καταλιποῦσαν ἐπὶ τοῦ ἐδάφους κεῖσθαι.

    101. ἀνέχου: ἀνέχου, φησὶν, ἐν εὐτελείᾳ τυγχάνουσα· οὐ γὰρ [*](3. πρῶτʼ] πρῶτον A. 9. περὶ] π A.N. quod etiam παρὰ 5. Μυκόνου] μυκίνου A. esse potest. ib. Καφηρεὺς Κampmannus. κά- 14. δυσδαίμων] δυσδαῖμον A. hic et φηρος A. 6. μεταξὺ] ἀντικρὺ Kampman- ib. ἀνάστηθι] ἀνάστησον dicere de- nus, nisi alius loci nomen exci bebat derit. καὶ Ἄνδρου addit Brunneman- 16. δυσδαίμων] δυσδαῖμον A. ib. πεδόθεν] παιδόθεν A. ib. Κυζικηνὸς Καθηρέα kampman- 17. ἐμπαθεστέρα] ἐμπαθέστερον A. nus. κυζικηνός:—καφήρειοί τʼ ἄκραι:. καφηρεὺς καθηρέα A. Verba Καφήρειοί ἐμπαθεστέρος N. τʼ ἄκραι (v. 90.) e lemmate illata. ib. οἰκείως] οἰκείοις A. Narrationem autem Neanthis ex 19. τούτῳ scripsi pro τοῦτο. opere περὶ τελετῶν excerptam esse 21. συνέστησεν Kampmannus. συν- probabiliter conjecit Muellerus έστηκεν A. Fragm. Histor. vol. 3. p. 11. ib. οὕτως] v. 16.)

    46
    τὰ παρόντα νῦν ἐστιν ἡ Τροία οὐδὲ ἡ πρὶν εὐδαιμονία, οὐδὲ νῦν βασιλεῖς ἐσμεν Τροίας.