Scholia in Euripidis Troiades

Scholia in Euripidem

Scholia in Euripidem. Scholia Graeca in Euripidis tragoedias, Volume 1. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

103. μηδὲ προσίστω: ἀντὶ τοῦ μὴ ἀντικεῖσθαι τοῖς πρὸς πρῷραν κύμασιν, ὅ ἐστι, μὴ ἀνθίστασο τῷ δαίμονι τοῦ βίου, ἀλλὰ πλέε κατὰ τὸ εὐθύ· ὅταν γὰρ ἡ ναῦς πρὸς κῦμα ἢ πρὸς ἄνεμον πλέῃ, βλάπτεται. σὺ οὖν, φησὶ, πλέουσα πρὸς κῦμα μὴ ἀνθίστασο τῇ τύχῃ. τοῦτο δὲ ἐναντίον τῷ

  • ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
  • 108. ὦ πολὺς ὄγκος: ὄγκον λέγει τὴν πάλαι εὐτυχίαν μεταφορικῶς· ὦ πολλὴ εὐδαιμονία τῶν προγόνων συσταλέντων.

    113. ἄρθρων κλισίας: ἀντὶ τοῦ φεῦ τῆς ἀνακλίσεως τῶν μελῶν ὡς διάκειμαι.

    117. ἄκανθαν: τὴν τῶν μελῶν ἄκανθαν. λέγει δὲ τοὺς νωτιαίους σφονδύλους. τοίχους δὲ τὰς πλευρὰς μεταφορικῶς εἴρηκεν. τὴν ῥάχιν οὖν ἄκανθάν φησιν. ὁ δὲ λόγος, πόθος μοί ἐστι τὴν ῥάχιν εἰλῆσαι περὶ τὰ πλευρά.

    119. ἐπὶ τοὺς αἰεὶ δακρύων: ἡ ἐπί ἀντὶ τῆς διά, ὅ ἐστι βούλομαι διαδοῦναι ἐμαυτήν· κέκμηκα γὰρ διὰ τοὺς ἐλέγους καὶ τοὺς θρήνους.

    120. Μοῦσα δὲ καὐτή: καὶ αὐτὴ δὲ, φησὶ, παραμυθία ἐστὶ τοῖς δυστυχοῦσι, τὰς ἑαυτῶν ἀποδύρεσθαι συμφοράς. ἔστι γὰρ καὶ μοῦσα θρηνωδίας.

    122. ναῶν ὠκεῖαι: ὦ πρῷραι τῶν νηῶν, αἵτινες κώπαις ἀνὰ τὴν θάλασσαν καὶ τοὺς λιμένας μετʼ αὐλῶν βαίνουσαι τὴν πλεκτὴν τῆς Αἰγύπτου παιδείαν, ὅ ἐστι τὰ σχοινία, ἐν τοῖς κόλποις τῆς Τροίας ἐξήψασθε, τὴν Μενελάου γυναῖκα μετερχόμεναι. Ἄλλως. τὰ σχοινία, φησὶν, ἐν τῷ τῆς Τροίας λιμένι ἐξήψασθε τὰ πρυμνήσια. Αἰγύπτου δὲ παιδείαν τὰ σχοινία, καθὸ ἡ Αἴγυπτος τὴν βύβλον τρέφει. ὁ δὲ νοῦς τοιοῦτος, ὦ νῆες ἐπὶ αὐλῶν στυγνῷ παιᾶνι τὴν Τροίαν [*](1. οὐδὲ ἡ πρὶν] ἡ δὲ πρώην N. 13. 16. Verba τοὺς νωτιαίους et 3. πρῷραν] πρώραν A. περὶ τὰ πλευρὰ obliterata in A., ser- 7. τν] τὸ A. vata in N. 8. ἡ δʼ ἔθεεν] δὲ εὐθὺς in A. esse 19. καὐτή] Scribendum χαῦτη et videtur. δὲ εὐθεε N. Correctum ex in verbis scholiastae καὶ αὕτη. Hom. Od. 2, 249. 25. ἐξήψασθε] ἐξήρτασθε A. Cor- ib. διαπρήσσουσα] διαπρήσας A. rectum ex scholio proximo. ἐξηρ- Correctum ex Homero. τήσασθε dixit poeta v. 129. 10. συσταλέντων N. συσταλτῶν A. 28, αὐλῶν στυγνῷ] αὐλῶν στυγνῶν ut videtur. A. αὐλῷ στυγνῷ N.)

    47
    προσωρμίσατε. παρʼ ὅσον αὐλοῦσιν αὐλοὺς ἔχοντες εἰς τὰς ναῦς. “ἀλλʼ Ἡρακλῆς αὐλεῖ τις.”

    132. Κάστορι λώβαν: τὴν γενομένην τῷ Κάστορι λώβαν καὶ τῷ Εὐρώτα δύσκλειαν, τῷ ποταμῷ Λακεδαίμονος. κοινοποιεῖ δὲ ἐπὶ πάσης Ἑλλάδος.

    139. σκηναῖς ἔφεδρος Ἀγαμεμνονείαις: αὕτη μὲν ἔξω τῆς σκηνῆς ἦν, ὁ δὲ χορὸς ἔσω.

    141. κουρᾷ ξυρήκει: τῇ ξυρικῇ κουρᾷ ἐκκαρθεῖσα τὴν πενθίμην κεφαλὴν, ἀντὶ τοῦ πένθιμον κεφαλὴν ἔχουσα.

    147. μάτηρ δʼ ὡσεὶ πτανοῖς: καθάπερ δὲ ὄρνισιν ἡ μήτηρ ἐξάρχει τὴν πτῆσιν, οὕτως κἀγὼ κατὰ τὴν κλαγγὴν καὶ τὸν θρῆνον ἐξάρχωἐξάρχω δὲ οὐ κατὰ τὴν μολπὴν ἐκείνην, ἣν εἰώθειν εὐτυχοῦσα λέγειν.

    150. σκήπτρῳ Πριάμου: τῷ σκήπτρῳ τοῦ Πριάμου ἐπερειδομένη ταῖς εὐκόμποις πληγαῖς Φρύγιαι τοῦ ἀρχεχόρον ποδὸς ἐξῆρχον τοὺς θεοὺς, ὅ ἐστιν ἀνύμνουν.

    διερειδομένα: ἡ λέξις ἑκάτερον ἔχει, καὶ τὴν αὐτῆς ἀσθένειαν καὶ τὴν Πριάμου δυναστείαν.

    168. ἔξω κομίζεσθʼ οἴκων: ἔξω τῶν οἴκων εὐτρεπίζεσθε, πρὸς τὸ πλεῖν στέλλεσθε ἑαυτάς. λέγει πρὸς τὰς λοιπὰς τὰς ἔσω, ἵνα τὸ ἡμιχόριον ἐξέλθῃ.

    169. μὴ νῦν μοι τὰν ἐκβακχεύουσαν: ἐπειδὴ μέλλουσιν αἱ Τρῳάδες ἐξιέναι, συμβουλεύει ἡ Ἑκάβη μὴ ἐᾶν Κασάνδραν ἐξιέναι διὰ τὸ μαίνεσθαι.

    [*](1. προσωρμίσατε A. προσωρμήσατε N. non scholiastae, sed librarii vi- ib. αὐλοῦσιν] Scribendum, vide- tium esse videtur) πενθήρη κρᾶτʼ ἐκ- tur βαίνουσιν ex scholio praecedente. πορθηθεῖσα, quacum codices qui ho- Verba εἰς τὰς ναῦς, quae legere non die supersunt omnes consentiunt, potuerat Amatius, satis clare scri- nisi quod inter πενθήρει et πενθήρη pta sunt in A.N. Verba proxima variant. Vera scriptura est κουρᾷ ἀλλʼ Ἡρακλῆς αὐλεῖ τις particula esse πενθήρει κρᾶτʼ etc., ejecto ξυρήκει, videntur loci ex comico aliquo al- quod ex Alcest. 427. illatum esse lati: de quo etiam Meinekius cogi vidit Bothius. tavit Com. vol. 4. p. 685. 12. εἰώθειν scripsi pro εἴωθεν. 3. τὴν—λώβαν N. In A. haec 16. ἑκάτερον N. ἑκατέρως A. obliterata et mox syllabae τῶ ποτα- 18. κομΐζεσθ᾿] Metrum postulat μῷ λακεδαί et ἑλλάδος. Supplevi ex κομίσασθ᾿, quod in ed. Ald. legitur, N., qui τὸν ποταμόν. etsi fortasse ex editoris conjectura. 8. τῇ ξυρικῇ κουρᾶ] Decepit scho- 19. λέγει] Fort. λέγει δὲ—. liastam scriptura interpolata κουρᾷ 20. ἡμιχόριον Kampmannus. ἡμι- ξυρήκει (nam quod in scholio legi- χορὸν A. tur ξυρικῇ. adjectivum inauditum, 22. Τρῳάδες] τρωϊάδες A.)
    48

    171. αἰσχύναν Ἀργείοισιν: μὴ πέμψητε αὐτὴν αἰσχύνην τοῖς Ἕλλησιν, ἵνα καταισχύνωσιν αὐτὴν οἱ Ἕλληνες.

    176. οἴιμρι: τὸ λοιπὸν ἡμιχόριον ἐξῆλθεν.

    182. ὀρθρεύου σὰν ψυχάν: ἔπαιρε τὴν σεαυτοῦ ψυχὴν, ὁ χορέ. ἀπὸ μεταφορᾶς τῶν ὄρθρου ἐγειρομένων.

    187. τίς μʼ Ἀργείων: τίς τῶν Θεσσαλῶν ποτὲ ἢ νησιωτῶν ἄξει με; ἢ Θεσσαλὸς ἢ Ἀργεῖος.

    192. δειλαία νεκροῦ μορφά: ἥτις εἰμὶ δειλαία νεκροῦ μορφὴ, ἢ νεκρῶν ἄγαλμα.

    193. ἄγαλμʼ, ἢ τὰν παρά τε προθύροις: ἢ θυρωρὸς ἐσομένη καὶ τὴν φυλακὴν τῶν προθύρων κατέχουσα, ἢ παίδων τροφὸς ἄγομαι. δέον, φησὶ, ταῦτα ποιῆσαι ἡ τῆς Τροίας δεσπότις.