Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀλλ’ ἦ Κρονίου Πανός: τὸν ⟨Πᾶ⟩να οἱ μὲν Πηνελόπης

φασὶ * * [Καλλιστοῦς καὶ Διὸς παῖδας γενομένους * * ἀφ’ ἧς ὄρος Κυλλήνης] ἄλλοι δὲ Ἀπόλλωνος καὶ Πηνελόπης * * ὡς καὶ Εὐφορίων [frg. 164] * * ὃν ἔθρεψαν νύμφαι· διὸ καὶ νυμφαγενῆ αὐτόν φησι, τραφέντα παρ’ ἐκείναις. Ἄραιθος δὲ ὁ Τεγεάτης [frg. 5] Αἰθέρος αὐτὸν καὶ νύμφης Οἰνόης γενεαλογεῖ. ἔνιοι δὲ Ὀρσινόης νύμφης καὶ Ἑρμοῦ. Ἐπιμενίδης [frg. 12] δὲ Καλλιστοῦς καὶ Διὸς παῖδας γεγενῆσθαι Πᾶνα καὶ Ἀρκάδα διδύμους * * Μνασέας [frg. 7] δὲ ξενικώτερον ἀφηγεῖται τὰ περὶ Πᾶνα * * ἢ ὅτι Κρόνου παῖς ἢ ὅτι παλαιός ἐστιν Αἰθέρος γενεαλογούμενος, Κρόνους δὲ καὶ Κρονίους τοὺς πάνυ ἀρχαίους ἔλεγον. ἢ παππωνυμικὸν ὅτι Διός, ὡς τὸν Ἀχιλλέα Αἰακίδην. Αἰσχύλος [frg. 35] δὲ δύο Πᾶνας, τὸν μὲν Διὸς [ὅν καὶ δίδυμον], τὸν δὲ Κρόνου.