Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἢ τὸν Εὐρώπας: παρ’ Ὅμηρον ἱστορεῖ Εὐρώπης εἶναι τὸν Σαρπηδόνα. ὁ δὲ Ἡσίοδος [frg. 55] Εὐρώπης μέν φησιν αὐτόν * * ὡς Ἑλλάνικος. εἰσὶ δὲ οἵ Λυκάστου καὶ Ἴδης τῆς Κορύβαντος

γενεαλογοῦσι μετὰ καὶ Μίνωος καὶ Ῥαδαμάνθυος καθάπερ Σωκράτης ἐν τοῖς Ἀργολικοῖς [frg. 3a]. ἔχει δὲ ὁ λόγος τὸ ἕτερον εἶναι Σαρπηδόνα τὸν ἐπὶ τὴν Ἴλιον στρατεύσαντα καὶ ἄλλον τινὰ Θρᾷκα, ἀφ’ οὗ Σαρπηδονίαν πέτραν φασὶν ὠνομάσθαι. διττὰς δὲ τὰς Εὐρώπας ἀναγράφουσιν ἔνιοι· μίαν μὲν Ὠκεανίδα ἀφ’ ἧς καὶ τὸ ἕν μέρος τῆς οἰκουμένης κληθῆναι, καθάπερ Ἀπίων ἐν τῷ * Περὶ ἐπωνύμων καὶ Ἀριστοκλῆς ἐν τῷ πρώτῳ τῆς Θεογονίας, ἑτέραν δὲ Φοίνικος τοῦ Ἀγήνορος, ὡς καὶ Εὐριπίδης καὶ ἄλλοι ἱστοροῦσιν, ἧς τοὺς περὶ τὸν Μίνω γενέσθαι φασίν. ἔνιοι δὲ [εἰσιν οἵ καὶ] παρὰ τὴν αὐτὴν ὠνομάσθαι τὴν ἤπειρον, καθάπερ καὶ Καλλίμαχος [frg. 558], Ζηνόδοτος δὲ ἐξ αὐτοῦ. εἰσὶ δὲ οἵ καὶ τρίτην ἀναγράψαντες * *, καθάπερ Ἡγήσιππος ἐν τοῖς Παλληνιακοῖς [frg. 6] γράφων οὕτως· Κάδμος σὺν τῇ μητρὶ τῆς Εὐρώπης Τηλεφάῃ ἀπῄει περὶ ἀθήνας. καὶ ἐπυνθάνετο Εὐρώπην ἄρχειν ἐν τῇ Θρᾴκῃ καὶ οὕτως ἀφίκετο εἰς τὴν κατ’ ἀντιπέραν ἤπειρον. καὶ ἦρχεν ἐν τῇ χώρᾳ ταύτῃ πάντων Εὐρώπη [τοῦ ἀνδρὸς ἀπολειφθεῖσα], οὐχ ἡ Φοίνικος. ἀλλ’ ἐπιχωρία τις γυνὴ ⟨τοῦ ἀνδρὸς ἀπολειφθεῖσα⟩, ἀφ’ ἧς καὶ ἡ ἤπειρος ἅπασα ἡ πρὸς Βορέαν ἄνεμον Εὐρώπη κέκληται: —