Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἥκεις, ὦ ποταμοῦ παῖ: οὐκ εἴρηκε τίνος Μουσῶν ὁ Ῥῆσος ἦν παῖς. Κλειοῦς μέντοι λέγουσιν αὐτὸν εἶναι, καθάπερ Μαρσύας ὁ νεώτερος ἐν τῷ * Μακεδονικῶν ἱστοριῶν γράφων οὕτως [frg. 6]· εἰσὶ δὲ οἳ καὶ περὶ τούτου εἶπον [τοῦτον] Κλειὼ τὴν θεὸν ὑπὸ τοῦ Στρυμόνος ἐκ τοῦ χοροῦ τῶν Μουσῶν ⟨ἁρπασθεῖσαν⟩ νυμφευθῆναι τεκνῶσαί τε τὸν Ῥῆσον καὶ μετ’ ὀλίγον· ἔστιν ἱερὸν τῆς Κλειοῦς ἐν Ἀμφιπόλει ἱδρυθὲν ἀπέναντι τοῦ Ῥήσου μνημείου ἐπὶ λόφου τινός. ἔνιοι δὲ Εὐτέρπης αὐτὸν γενεαλογοῦσιν, καθάπερ Ἡρακλείδης· φησὶ δέ· ἑβδόμη δὲ Καλλιόπη, ⟨ἥ⟩ ποίησιν εὗρε [πάντων καὶ], συνοικήσασα Οἰάγρῳ γεννᾷ Ὀρφέα τὸν πάντων μέγιστον ἀνθρώπων ἐν τῇ κιθαρῳδικῇ τέχνῃ γενόμενον. πρὸς δὲ καὶ τῆς ἐγκυκλίου μαθήσεως συγκρεματικώτερον· ὀγδόη δ’ Εὐτέρπη, ἥ τὴν κατ’ αὐλοῦ εὗρεν εὐέπειαν, συνοικήσασα Στρυμόνι τεκνοῖ Ῥῆσον ὃς ὑπὸ Ὀδυσσέως καὶ Διομήδους ἀναιρεῖται. οἷς καὶ Ἀπολλόδωρος ἐπηκολούθησε γράφων οὕτως· τὰς μὲν Μούσας οἱ μὲν πλεῖστοι παρθένους παραδεδώκασι, ἀναγράφει δὲ Οὐρανίας μὲν Λίνον, Καλλιόπης ⟨δὲ⟩ Ὀρφέα, Μελπομένης δὲ Θάμυριν, Εὐτέρπης δὲ Ῥῆσον, Τερψιχόρης δὲ Σειρῆνας, Κλειοῦς δὲ Ὑμέναιον· τῶν δὲ λοιπῶν Θαλείας Παλαίφατον, ἐκ δὲ Πολυμνίας Τριπτόλεμον. Ἐρατὼ δὲ ἐρασθῆναι μὲν Ὑακίνθου, τελευτήσαντος δὲ αὐτοῦ μηδενός, μηδ’ υἱὸν γενέσθαι αὐτῶν: —