Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

Ἀδράστεια μέν: ἰδικῶς τὴν Ἀδράστειαν Διός φησι παῖδα ἄλλων τροφὸν τοῦ Διὸς φασκόντων * * ἔστι δὲ καὶ ἐν τῇ Ἀσίᾳ

Ἀδραστείας πεδίον ἀπὸ Ἀδράστου τοῦ βασιλέως, ἀφ’ οὗ καὶ ἡ δαίμων. [ἄλλοι δὲ Μελισσέως μὲν τοῦ Κρητὸς, ἀδελφὴν Κυνοσούρας, Διὸς τροφόν. Καλλίμαχος [hymn. Iou. 47]· σὲ δ’ ἐκοίμισεν Ἀδράστεια λίκνῳ ἐνὶ χρυσέῳ.] ἔνιοι ἑτέραν μὲν Ἀδράστειάν φασιν, ἑτέραν δὲ Νέμεσιν, ⟨ἥν⟩ οἱ μὲν Ὠκεανοῦ φασιν εἶναι θυγατέρα, οἱ δὲ Διὸς καὶ Δήμητρος, γεννηθῆναι δὲ ἐν Ῥαμνοῦντι τῆς Ἀττικῆς: —