Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

γράφεται καὶ πυροφόρους: — Mg

πυροφόρους θεάς: τοῦτο πρὸς τὸ ἄνω ληπτέον, τουτέστιν· ὦ Ἔπαφε, πέμπε τὰς πυροφόρους θεὰς βοηθῆσαι τῇ γῇ. πυροφόρους δὲ εἶπε Δήμητρα καὶ Κόρην, ἐπεὶ δᾳδουχίαι αὐταῖς γίνονται τοῦ φωτὸς ἐμφαίνοντος τὴν ἐκ τῶν καρπῶν τοῖς ἀνθρώποις ζωήν. ἢ τὰς σιτοφόρους λέγει. ἔστι δὲ ταὐτό: — MTAB

ἀμῦναι τᾷδε γᾷ: βοηθῆσαι τῇδε τῇ χώρᾳ. ἢ οὕτως· ἀμῦναι τᾷδε γᾷ, ἀντὶ τοῦ ἀμύνετε. [τουτέστιν] ἀντὶ τοῦ ἀμείβεται, ὡς καὶ Θουκυδίδης [Ι 42]· ἀξιούτω τοῖς ὁμοίοις ἡμᾶς ἀμύνασθαι, τουτέστιν· οἶδεν εὐχαριστεῖν ταῖς θεαῖς ἡ χώρα εἰ εὐεργετήσουσιν αὐτήν: — MTA

γράφεται καὶ ἀμύνεται δὲ γᾶ, ὅ ἐστιν· ἱκανή ἐστιν ἡ πόλις ἀμείψασθαι τὰς εὐεργεσίας: — MTABi