Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀντὶ τοῦ ἔνθα: — Mi

ᾇ διώνυμοι θεαί: ἀντὶ τοῦ ὅπου. ἢ ἄρθρον πληθυντικὸν καὶ λείπει ὁ καί σύνδεσμος: — M

ἄλλως: τὸ ᾇ Δωρικόν ἐστιν ἀντὶ τοῦ ᾗ, ὅ ἐστιν ὅπου. τὸ δὲ ἐκτίσαντο ἀντὶ τοῦ ᾤκησαν, ὡς τὸ ὀρεικτίτου συός παρὰ Πινδάρῳ [frg. 313], ἀντὶ τοῦ ὀρειοίκου. ἱερὰν δὲ Δήμητρος τὴν Θήβην εἶπεν ἢ διὰ τὸ εὔκαρπον ἢ ἐπεὶ πάντα τὰ ἐκ γῆς φυόμενα ἱερὰ τῇ θεῷ· καὶ οἱ Σπαρτοὶ δὲ ἐκ τῆς γῆς. διώνυμοι δὲ παρόσον ἡ μὲν Κόρη καὶ Περσεφόνη, ἡ δὲ Δημήτηρ καὶ Γῆ ὀνομάζεται. ἢ ὅτι δύο οὖσαι ἑνὶ ὀνόματι χρῶνται· ἑκατέρα γὰρ Δημήτηρ καλεῖται ἡ μὲν πρεσβυτέρα, ἡ δὲ νεωτέρα: — MTAB

† ἄλλως: τοῦτο ἀπὸ ἄλλης ἀρχῆς. χρὴ δὲ μὴ ὡς πληθυντικὸν ἄρθρον τὸ ̄α ̄ι, ἀλλ’ ὡς Δωρικὸν περισπῶντας ἀναγινώσκειν, ἵνα σημαίνῃ τὸ ἔνθα. καὶ γίνεται ὁ λόγος τοιοῦτος· ὁ σὸς ἔκγονος, ὦ Ἔπαφε, τὰς Θήβας ἔκτισεν ἐνταῦθα ἔνθα ἡ Περσεφόνη καὶ ἡ Δημήτηρ αἱ διώνυμοι θεαὶ ᾤκησαν· τὸ γὰρ κτίσαι ἀντὶ τοῦ οἰκῆσαι λέγεται, ὡς καὶ παρ’ Ὁμήρῳ [Β 592] ἐύκτιτον Αἰπύ, ἀντὶ τοῦ εὖ κατῳκημένον. πῶς δὲ αἱ θεαὶ αὗται οἰκισθῆναι ἐποίησαν τὰς Θήβας. οὕτως· τῆς γὰρ γῆς ἀνα

διδούσης τοὺς Σπαρτοὺς ἐκ τῶν τοῦ δράκοντος ὀδόντων ὁ Κάδμος τοὺς μὲν ἀπεθέριζε, τοὺς δὲ εἶχε συνεργοὺς εἰς τὴν τῆς πόλεως κατασκευήν. ἐπεὶ οὖν πάντα τὰ ἐκ γῆς ἀναδιδόμενα τῆς Δήμητρος ἂν εἰκότως νομίζοιτο [διὰ τοῦτο] καὶ τούτους καθάπερ βλάστημά τι ἐκ γῆς ἀναδεδόσθαι τῷ Κάδμῳ φαμὲν συνοικίσοντας αὐτῷ τὴν πόλιν, διὰ τοῦτο εἰκότως ἔφη τὰς θεὰς ταύτας συνεκτικέναι τὴν πόλιν. τί δ’ ἂν εἶεν οἱ ἀναδοθέντες ἐκ γῆς ἔνοπλοι· οἱ καρποί. ἄντικρυς τούτων φυομένων ἀφθόνως εὐμαρές ἐστι πολεμικοὺς ἄνδρας τρέφειν καὶ συμμάχων ἔχειν πλῆθος διὰ τὸ ἐπικουρεῖν καὶ παρέχειν τοῖς δεομένοις. ἢ τὸ ἔνοπλον δηλοῖ τὸ ἀσφαλὲς τοῦ καρποῦ καὶ οὔποτε τὴν πόλιν ἐπιλεῖψον. εἰκότως οὖν ἂν νομίζοιντο αἱ θεαὶ αὗται συνῳκικέναι τὴν πόλιν, ἐπεὶ τὸ ἀναγκαιότατον τῶν ἐν ἀνθρώποις παρέσχον, τὸν σῖτον: — TA