Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

εἰ δ’ ὄμμ’ ὑπερσχόν: ὄμμα φησὶν ἀπὸ μέρους τὸ πρόσωπον· εἰ εἶδεν ὁ ἕτερος * * εἰ αἴσθοιτο τοῦ ἑτέρου τὸ ὄμμα ὑπερ

ανατεῖναν τῆς περιφερείας τοῦ ὅπλου, ἐν τῷ κατασκοπεῖν ἐκεῖνον ἀνατείναντα καὶ ἀκοντίζοντα εὐθέως ἠκόντιζε κατ’ αὐτοῦ βουλόμενος, πρὶν ἐκεῖνον αἰσθηθέντα τῆς βολῆς καταδῦναι, προλαβεῖν [κατὰ τοῦ στόματος] τρῶσαι καὶ καιρίαν ποιήσασθαι τὴν βολὴν κατὰ τοῦ στόματος ἀκοντίσας εἴ που καὶ ὑπεισέλθοι ἢ διέλθοι αὐτοῦ τὸ στόμα τὸ δόρυ: — MA

ἄλλως: εἰ δὲ ἴδοι ὁ ἕτερος τὸ ὄμμα τοῦ ἄλλου ὑπεράνω τῆς ἀσπίδος, ἐκίνει τὴν λόγχην: — MAB

† ἄλλως: εἰ δὲ ὁ ἕτερος τὸ ὄμμα τῆς περιφερείας ὑπερσχὼν ἠβουλήθη θεάσασθαι, ὁ ἕτερος τὴν λόγχην ἐκίνει ὥστε τοῦτον πλῆξαι τῷ στόματι: — B

ὄμμα φησὶν ἀπὸ μέρους τὸ πρόσωπον: — Bi

τῆς περιφερείας τῆς ἀσπίδος: — Mg