Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
λείπει ὁ γάρ: — MAB
ξυνῆψαν μάχην ὡς κάπροι τὰς γενειάδας ἀφρῷ διάβροχοι καὶ τὴν ἀγρίαν γένυν θήγοντες. ἐπὶ γὰρ τῶν κάπρων ἀμφότερα ληπτέον τό τε θήγοντες καὶ τὸ διάβροχοι: — MAB
λείπει μάχην: — Mg
ὥρμων δὲ κατ’ ἀλλήλων ταῖς λόγχαις ἀκοντίζοντες, ἀλλὰ ἑκάτερος ἐν τῷ βάλλειν τὸν ἕτερον ὑπεκαθέζετο τῷ τῆς ἀσπίδος κύκλῳ, ἵνα αὐτὸν ὑπερπηδῆσαν τὸ δόρυ καὶ ὀλισθῆσαν τῷ κύκλῳ τῆς ἀσπίδος μάταιον καὶ ἀνεπίτευκτον γένηται: — MAB
ἀντὶ τοῦ· ὑπεκάθιζον καὶ ἐκρύπτοντο ὑπὸ ταῖς ἀσπίσιν: — Mg