Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀνὰ δὲ λαῖφος: ἀνατινάξας δέ τις δαίμων τὸν ὄλβον κατέκλυσεν αὐτὸν καὶ κατεπόντισεν, ὡς ἀκάτου θοᾶς λαῖφος πόντου λάβροις ὀλεθρίοις κύμασιν. ὅσον γὰρ δύναται πνεῦμα κατὰ νηὸς ἐν θαλάσσῃ, τοσοῦτον κατὰ τὸν βίον τῶν ἀνθρώπων ἡ τύχη: — MTAB

κατέκλυσεν δεινῶν: κλύζεσθαι παρεσκεύασεν. ἄστατον ὄντα ὑπὸ τῶν δεινῶν πόνων, τουτέστιν ἔργων. Ὅμηρος [Α 467]· αὐτὰρ ἐπεὶ παύσαντο πόνου. ὡς γὰρ κλύζεται ναῦς ἐν θαλάσσῃ, οὕτω καὶ ἡ τῶν ἀνθρώπων τύχη ὑπὸ ἀστάτων ἔργων. τὸ γὰρ τῆς τύχης ῥεῦμα μεταπίπτει ταχύ: — MTB