Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ὁ μέγας ὄλβος: περισσὸν τὸ ἓν ὡς: — MiTA

οὐ μόνιμος ὁ μέγας ὄλβος. κατέκλυσε γὰρ αὐτὸν δαίμων τις, ὡσεὶ λαῖφος ἀκάτου θοᾶς τινάξας κατέκλυσε τοῖς ὀλεθρίοις καὶ λάβροις κύμασι πόντου. τὸ δὲ δεινῶν πόνων ἐν μέσῳ ἀναπεφώνηται. ἢ οὕτως· ὡς δὲ πόντου λάβροις ὀλεθρίοις ἐν κύμασι δαίμων τις ἀκάτου θοᾶς λαῖ

φος κατέκλυσεν, οὕτως καὶ τὸν μέγαν ὄλβον κατέκλυσε τινάξας ὑπὸ δεινῶν πόνων: — MiTAB