Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τὸ δεύτερον τίς ἀντὶ τοῦ οὐδείς: — Mg

τίς ἔλεος: εἰς τὸ τίς ἔλεος στιγμὴν δεδωκότες λείπειν τῷ λόγῳ φήσομεν τὸ γενήσεται καὶ τὸ ἄλλο τίς ἀντὶ τοῦ οὐδείς, ἵν’ ᾖ ὁ νοῦς οὕτως· τίς ἔλεος γενήσεται, ἀντὶ τοῦ· τίς ἐλεήσει σε, Ὀρέστα: — MTAB

ἄλλως: τίς ἄρα, φησὶ, τοῦτον ἐλεήσει, τίς δὲ ὁ κίνδυνος οὗτος καὶ ἡ μανιώδης νόσος ἐπέρχεται ἐπὶ σὲ τὸν μέλεον, ταχύνων σε καὶ ἐξεγείρων. τουτέστιν· ἆρα δαίμων τις ἐπιπέμπει τούτῳ τὰς Ἐρινύας: — MTAB

ἢ καὶ ἄλλως: τίς ἐλεήσει αὐτόν· ἔξωθεν ἀκουσόμεθα τὸ οὐδείς. διὰ τί· οὗτος γὰρ αὐτῷ ὁ κίνδυνος, ὁ ἐκ τῶν Ἐρινύων, ἐπέρχεται φόνιος, μεθ’ ὁρμῆς φερόμενος ἐπὶ σὲ τὸν μέλεον: — MTB

ἄλλως: τίς ἔλεός ἐστι τούτῳ τῷ Ὀρέστῃ, τίς, ὦ Ζεῦ, ᾧ δάκρυα δάκρυσι συμβάλλεταί τις ἀλάστωρ, πορεύων εἰς δόμους, ἀντὶ τοῦ περιέλκων αὐτὸν τῇ μανίᾳ [καὶ ἀναβακχεύων] κατὰ τὸν οἶκον, ὅστις, ὁ ἀλάστωρ, ἀνεγείρει τὸ αἷμα τῆς μητρός: — MTAB

† ἄλλως: τίς ἔλεός ἐστι τούτῳ, ᾧ δάκρυα ἐπιβάλλει τις τῶν ἀλαστόρων δαιμόνων, τὸ αἷμα τῆς μητρός πορεύεσθαι καὶ διατρέχειν αὐτὸν κατὰ τὸν οἶκον ποιοῦν. τινὲς δὲ ἤκουσαν εἰς ἀλαστόρων δόμον ἀντὶ τοῦ εἰς Ἅιδου, εἰς τὸν οἶκον τῶν ἀλαστόρων· καὶ τίς δὲ ἡ νόσος πορεύεσθαι αὐτὸν ποιοῦσα εἰς Ἅιδου. ἡ δὲ περικοπή· οἵων μόχθων ἐπιθυμήσας, ὦ τάλας, διέφθαρσαι, δεξάμενος ἀπὸ τοῦ τρίποδος τὴν μαντείαν, ἣν ὁ Ἀπόλλων εἶπε κατὰ τοὺς Δελφοὺς, ἔνθα γῆς ὀμφαλὸς λέγεται. τίς ἐλεήσει αὐτὸν, ὦ Ζεῦ· τί· οὗτος γὰρ αὐτῷ ὁ ἀγὼν ἐκ τῶν Ἐρινύων ἐπέρχεται διὰ τὸν τῆς μητρὸς φόνον, μεθ’ ὁρμῆς φερόμενος ἐπὶ σὲ τὸν μέλεον. μετέβαλε δὲ ἀπὸ τοῦ περὶ αὐτοῦ λόγου εἰς τὸν πρὸς αὐτόν: — TB

τίς ὅδ’ ἀγὼν ⟨φόνιος⟩ ἔρχεται ἕως τοῦ ματέρος αἷμα σᾶς 〈ὅ σ ’〉. ἀναβακχεύει: τὸ ἑξῆς· τίς φόνιος οὗτος ἀγὼν, ματέρος αἷμα σᾶς ὅ σε ἀναβακχεύει, ἔρχεται θοάζων σε τὸν μέλεον, ᾧτινι, τῷ ἀγῶνι, δάκρυα δάκρυσι συμμίσγει τις τῶν ἀλαστόρων μαίνεσθαί σε ποιῶν κατὰ τοὺς οἴκους: — MiTA