Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐπιθυμήσας· ἐκτείνεται γὰρ τὴν διάνοιαν ὁ ἐπιθυμῶν: — MMgTΑB

πρὸς αὐτὸν ἀπέτεινε τὸν λόγον· οἵων πραγμάτων ὁ τάλας ἐπιθυμήσας· λέγει δὲ τοῦ φόνου τοῦ κατὰ τῆς μητρός· οἴχῃ καὶ διέφθαρσαι ἀπὸ τοῦ τρίποδος δεξάμενος τὴν μαντείαν, ἣν ὁ Φοῖβος ἔλακεν: — MTB

† ἀπόφατιν: ἀντὶ τοῦ ἀπόφασιν πρόσταξιν: — TAgBi

† κατ’ ἐκεῖνο τὸ δάπεδον: — TBi

† ἵνα μεσόμφαλοι λέγονται: ἡ Δῆλος γὰρ μεσαιτάτη ἐστὶ τοῦ παντὸς κόσμου. ἢ τῶν Κυκλάδων νήσων. ἢ παρὰ τὰς ὀμφὰς καὶ τὰς φήμας: — TAB

ἵνα μεσόμφαλοι λέγονται: ὀμφαλὸς κέκληται ἡ Πυθὼ παρὰ τὰς ὀμφὰς τὰς ὑπὸ τοῦ θεοῦ χρηστηριαζομένας. ἢ παρὰ τὸ εἶναι ἐν μέσῳ τῆς οἰκουμένης τὴν Πυθώ. λέγεται γὰρ τὸν Δία μαθεῖν βουλόμενον τὸ μέσον τῆς γῆς δύο ἀετοὺς ἰσοταχεῖς ἀφεῖναι, τὸν μὲν ἀπὸ δύσεως, τὸν δὲ ἀπὸ ἀνατολῆς, καὶ ἐκεῖσε αὐτοὺς ἀπαντῆσαι, ὅθεν ὀμφαλὸς ἐκλήθη. ἀνακεῖσθαί τε χρυσοῦς ἀετούς φασι τῶν μυθευομένων ἀετῶν ὑπομνήματα: — MTAB

ἰὼ Ζεῦ: πρὸς τὸ ἄνω τοῦτο σχετλιαστικῶς μετὰ ἤθους ἀναπεφώνηται: — MT