Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

τάδε λέγει ἡ Μήδεια ἔσω οὖσα, οὐδέπω ἐκκεκυκλημένη: — Bi

ἰώ μοί μοι: ἀσύμφωνα ταῦτά ἐστι τοῖς ὑπὸ τῆς πρεσβύτιδος εἰρημένοις ὅτι ἄφωνος κάθηται. καὶ ἐν αὐτῷ δὲ τῷ προλόγῳ τὸ μαχόμενόν ἐστι· Μήδεια δ’ ἡ δύστηνος ἠτιμασμένη βοᾷ μὲν ὅρκους [20] καὶ τὸ ἑξῆς, εἶτα μετ’ ὀλίγον [24] κεῖται δ’ ἄσιτος σῶμ’ ὑφεῖσ’ ἀλγηδόνι, οὔτ’ ὄμμ’ ἐπαίρουσ’ οὔτ’ ἀπαλλάσσουσα γῆς πρόσωπον. ταῦτα λέγει ἔνδοθεν καὶ οὐκ ἐν φανερῷ, ἡ δὲ φωνὴ μόνη ἐξάκουστος γίνεται: — AB