Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἀγριουμένην καὶ διὰ τοῦ βλέμματος τὸ ὀργίλον ἐπιδεικνῦσαν. οἷον· ὡς ταῦρον, θυμικὸν καὶ φοβερὸν ὁρῶσαν, ἄστοργον καὶ οὐχὶ μήτρικόν: — Bi

δρασείουσαν: ἀντὶ τοῦ δράσουσαν· ἔστι δὲ Ἀττικόν. καὶ Σοφοκλῆς ἐν Αἴαντι μαστιγοφόρῳ [585] ὦ δέσποτ’ Αἴας, τί ποτε δρασείειν δοκεῖς. κατασκῆψαι δὲ, ἀντὶ τοῦ βλάψαι, ἀπὸ τοῦ κεραυνοῦ τοῦ σκηπτοῦ, οἷον κεραυνῶσαι: — B